Κεφάλαιον 3 (14)
‟ Ἄδυτα τοίνυν ἄθεα μὴ πολυπραγμονεῖτε, d μηδὲ βαράθρων στόματα τερατείας ἔμπλεα, ἢ λέβητα Θεσπρώτειον, , ἢ τρίποδα Κιρραῖον, ἢ Δωδωναῖον χαλκεῖον, γεράνδρυον δὲ ψάμμοις ἐρήμαις τετιμημένον καὶ τὸ αὐτόθι μαντεῖον αὐτῇ δρυὶ· μεμαρασμένον μύθοις γεγηρακόσι καταλείψατε.
σεσίγηται γοῦν ἡ Κασταλίας πηγὴ, καὶ Κολοφῶνος ἄλλη πηγὴ, καὶ τὰ ἄλλα ὁμοίως τέθνηκε νάματα μαντικά. καὶ δὴ τοῦ τύφου κενὰ ὀψὲ μὲν ὅμως δ’ οὖν διελήλεγκται τοῖς ἰδίοις συνεκρεύσαντα μύθοις.
διήγησαι ἡμῖν καὶ τῆς ἄλλης μαντικῆς. μᾶλλον δὲ μανικῆς τὰ ἄχρηστα χρηστήρια, τὸν Κλάριον , τὸν Πύθιον, τὸν Διδυμέα, τὸν Ἀμφιάρεω , τὸν Ἀπόλλω , τὸν Ἀμφίλοχον·
εἰ δὲ βούλει καὶ τερατοσκόπους καὶ οἰωνοσκόπους καὶ τοὺς ὀνείρων κριτὰς ἀνιέρου σὺν αὐτοῖς· στῆσον δὲ ὁμοῦ παρὰ τὸν Πύθιον ἄγων τοὺς ἀλευρομάντεις καὶ κριθομάντεις καὶ τοὺς εἰσέτι παρὰ τοῖς πολλοῖς τετιμημένους ἐγγαστριμύθους · ναὶ μὴν ἄδυτα Αἰγυπτίων καὶ Τυρρηνῶν νεκυομαντεῖαι σκότῳ παραδεδόσθων · μανικὰ ταῦτα ὡς ἀληθῶς ἀνθρώπων ἀπίστων σοφιστήρια καὶ πλάνης ἀκράτου κυβευτήρια.
συνέμποροι τῆσδε τῆς γοητείας αἶγες αἱ ἐπὶ μαντικὴν ἠσκημέναι μέναι καὶ κόρακες ἀνθρώποις χρᾶν ὑπ’ ἀνθρώπων διδασκόμενοι. “
Τί δ’ εἴ σοι καταλέγοιμι τὰ μυστήρια; οὐκ ἐξορχήσομαι μὲν ὥσπερ Ἀλκιβιάδην λέγουσιν, ἀπογυμνώσω δὲ εὖ μάλα ἀνὰ τὸν τῆς ἀληθείας λόγον τὴν γοητείαν τὴν ἐγκεκρυμμένην αὐτοῖς, καὶ αὐτούς γε τοὺς καλουμένους ὑμῶν θεοὺς, ὣν αἱ τελεταὶ μυστικαὶ, οἷον ἐπὶ σκηνῆς τοῦ βίου τοῖς ἀληθείας ἐγκυκλήσω θεαταῖς.
Διόνυσον μαινόλην ὀργιάζουσι Βάκχοι ὠμοφαγίᾳ τὴν ἱερομηνίαν ἄγοντες, καὶ τελίσκουσι τὰς κρεανομίας τῶν φόνων, ἀνεστεμμένοι τοῖς ὄφεσιν, ἐπολολύζοντες Εὐαν Εὖαν ἐκείνην, δι’ ἣν ἡ πλάνη παρηκολούθησε καὶ ὁ θάνατος ἐπηκολούθησε] · καὶ σημεῖον ὀργίων Βακχικῶν ὄφις ἐστὶ τετελεσμένος.
αὐτίκα γοῦν κατὰ τὴν ἀκριβῆ τῶν Ἑβραίων φω- νὴν τὸ ὄνομα τὸ Εὗα δασυνόμενον ἑρμηνεύεται ὄφις ἡ θήλεια. Δηὼ δὲ καὶ Κόρη δρᾶμα ἤδη ἐγενέσθην μυστικὸν, καὶ τὴν πλάνην καὶ τὴν ἁρπαγὴν καὶ τὸ πένθος αὐταῖν Ἐλευσίς δᾳδουχεῖ.”
“Καί μοι δοκεῖ τὰ ὄργια καὶ τὰ μυστήρια δεῖν ἐτυμολογεῖν, τὰ μὲν ἀπὸ τῆς ὀργῆς τῆς Δηοῦς τῆς πρὸς Δία γεγενημένης, τὰ δὲ ἀπὸ τοῦ μύσους τοῦ συμβεβηκότος περὶ τὸν Διόνυσον· εἰ δὲ καὶ ἀπὸ Μυοῦντός τινος Ἀττικοῦ, ὃν ἐν κυνηγίᾳ διαφθαρῆναι Ἀπολλόδωρος λέγει, οὐ φθόνος ὑμῶν δεδοξάσθαι τὰ μυστήρια ἐπιτυμβίῳ [φωνῇ καὶ] τιμῇ.
πάρεστι δὲ καὶ ἄλλως μυθάριά σοι νοεῖν, ἀντιστοιχούντων τῶν γραμμάτων, τὰ μυστήρια. θηρεύουσι γὰρ, εἰ καὶ ἄλλοι τινὲς, ἀτὰρ δὴ καὶ οἱ μῦθοι οἱ τοιοίδε Θρᾳκῶν τοὺς βαρβαρικωτάτους, Φρυγῶν τοὺς ἀνοητοτάτους, Ἑλλήνων τοὺς δεισιδαίμονας.
ὄλοιτο οὖν ὁ τῆσδε ἄρξας τῆς ἀπάτης ἀνθρώποις, εἴτε ὁ Δάρδανος ὁ μύθους θεῶν καταδείξας τὰ μυστήρια, εἴτε Ἠετίων ὁ τὰ Σαμοθρᾳκῶν ὄργια καὶ τελετὰς ὑποστησάμενος, εἴτε ὁ Φρὺξ ἐκεῖνος ὁ Μίδας, ὁ παρὰ τοῦ Ὀδρύσου μαθὼν, ἔπειτα διαδοὺς τοῖς ὑποτεταγμένοις ἔντεχνον ἀπάτην.
οὐ γάρ με ὁ Κύπριος ὁ νησιώτης Κινύρας παραπείσαι ποτ᾿ ἂν, τὰ περὶ τὴν Ἀφροδίτην μαχλῶντα ὄργια ἐκ νυκτὸς ἡμέρᾳ παραδοῦναι τολμήσας, φιλοτιμούμενος θειάσαι πόρ- νην πολίτιδα.
Μελάμποδα δὲ τὸν Ἀμυθάονος ἄλλοι φασὶν ἐξ Αἰγύπτου μετακομίσαι τῇ Ἑλλάδι τὰς Δηοῦς ἑορτὰς, πένθος ὑμνούμενον. τούτους ἔγωγ᾿ ἂν ἀρχεκάκους φήσαιμι μύθων ἀθέων καὶ δεισιδαι- μονίας ὀλεθρίου πατέρας, σπέρμα κακίας καὶ φθορᾶς ἐγκαταφυτεύσαντας τῷ βίῳ τὰ μυστήρια.’’
Ἤδη δὲ, καὶ γὰρ καιρὸς, αὐτὰ ὑμῶν τὰ ὄρ- για ἐξελέγξω ἀπάτης καὶ τερατείας ἔμπλεα. καὶ εἰ μεμύησθε , μᾶλλον ἐπιγελάσεσθε τοῖς μύθοις ὑμῶν τούτοις τοῖς τιμωμένοις. ἀγορεύσω δὲ ἀναφανδὸν τὰ κεκρυμμένα, οὐκ αἰδούμενος λέγειν ἃ προσκυνεῖν οὐκ αἰσχύνεσθε.
ἡ μὲν οὖν ἀφρογενὴς καὶ κυπρογενὴς καὶ Κινύρᾳ φίλη, τὴν Ἀφροδίτην λέγω, τὴν‘φιλο- μήδεα, ὅτι μηδέων ἐξεφαάνθη , μηδέων ἐκείνων τῶν ἀποκεκομμένων Οὐρανοῦ, τῶν λάγνων, τῶν μετὰ τὴν τομὴν τὸ κῦμα βεβιασμένων , ὡς ἀσελγῶν ὑμῖν μο—ῥίων ἄξιος Ἀφροδίτη γίνεται καρπὸς, ἐν ταῖς τελε- ταῖς ταύτης τῆς πελαγίας ἡδονῆς , τεκμήριον τῆς γο- νῆς , ἁλῶν χόνδρος , καὶ φαλλὸς τοῖς μυουμένοις τὴν τέχνην τὴν μοιχικὴν ἐπιδέδοται· νόμισμα δὲ εἰσφέ- ρουσιν αὐτῇ οἱ μυούμενοι ὡς ἑταίρᾳ ἐρασταί.
“ Δῃοῦς δὲ μυστήρια καὶ Δῖός πρὸς μητέρα Δήμητρα ἀφροδίσιοι συμπλοκαὶ καὶ μῆνις, οὐκ οἶδ’ ὅ τι φῶ λοιπὸν , μητρὸς ἢ γυναικὸς , τῆς Δῃοῦς ’ ἧς δὴ χάριν Βριμὼ προσαγορευθῆναι λέγεται· ἱκετηρίαι Δῖός καὶ πόμα χολῆς καὶ καρδιουλκίαι καὶ ἀρρητουρ- γίαι·
ταῦτα οἶ Φρύγες τελίσκουσιν Ἄττιδι καἰ Κυβέλῃ καὶ Κορύβασι. τεθρυλήκασι δὲ ὡς ἄρα ἀπο- σπάσας ὁ Ζεὺς τοὐ κριοῦ τοὺς διδύμους φέρων ἐν μέσοις ἔρριψε τοῖς κόλποις τῆς Δῃοῦς, τιμωρίαν ψευδῆ τῆς βιαίας συμπλοκῆς ἐκτιννύων , ὡς ἑαυτὸν δῆθεν ἐκτεμών.
τὰ σύμβολα τῆς μυήσεως ταύ- τῆς ἐκ περιουσίας παρατεθέντα οἶδ’ ὅτι κινήσει γἐ- λωτα καὶ μὴ γελασείουσιν ὑμῖν διὰ τοὺς ἐλέγχους. ἐκ τυμπάνου ἔφαγον, ἐκ κυμβάλου ἔπιον, ἐκερνοφό- ρησα, ὑπὸ τὸν παστὸν ὑπέδυν. ταῦτα οὐχ ὕβρις τὰ σύμβολα; οὐ χλεύη τὰ μυστήρια; “
‟ Τί δ’ εἰ καὶ τὰ ἐπίλοιπα προσθείην; κύει μὲν ἡ Δημήτηρ, ἀνατρέφεται δὲ ἡ κόρη, μίγνυται δ’ αὖθις ὁ γεννήσας οὑτοσὶ Ζεὺς τῇ Φερρεφἀττῃ τῇ ἰδίᾳ θυγατρὶ μετὰ τὴν μητέρα τὴν Δῃῶ, ἐκλαθόμενος τοῦ προτέρου μύσους, καὶ μίγνυται δράκων γενόμενος, ὃς ἦν ἐλεγχθείς.
Σαβαζίων γοῦν μυστηρίων σύμβολον τοῖς μυουμένοις ὁ διὰ κόλπου θεός· δράκων δέ ἐστιν οὗτος διολκούμενος τοῦ κόλπου τῶν τελουμένων , ἔλεγχος ἀκρασίας Δῖός. κύει καὶ ἡ Φερρέφαττα παῖδα ταυρόμορφον.
ἀμέλει φησί τις ποιητὴς εἰδωλικὸς, ταῦρος δράκοντος καὶ πατὴρ ταύρου δράκων, ἐν ὄρει τὸ κρύφιον βουκόλος τὸ κέντρον· βουκολικὸν , οἶμαι, κέντρον τὸν νάρθηκα ἐπικαλῶν, ὃν δὴ κάλων ἀναστρέφουσιν οἱ Βάκχοι.
‘‘Βούλει καὶ τὰ Φερρεφάττης ἀνθολόγια διηγήσωμαί σοι, καὶ τὸν κάλαθον, καὶ τὴν ἁρπαγὴν τὴν ὑπὸ Ἀϊδωνέως, καὶ τὸ χάσμα τῆς γῆς, καὶ τὰς ὗς τὰς Εὐβουλέως τὰς συγκαταποθείσας ταῖν θεαῖν, δι’ ἣν αἰτίαν ἐν τοῖς Θεσμοφορίοις μεγαρίξοντες χοίρους ἐκβάλλουσι;
ταύτην τὴν μυθολογίαν ποικίλως κατὰ πόλεις ἑορτάζουσιν αἱ γυναῖκες, Θεσμοφόρια, Σκιροφόρια, Ἀρρητοφόρια, πολυτρόπως τὴν Φερρεφάττης ἐκτραγῳδοῦσαι ἁρπαγήν. τὰ γὰρ Διονύσου μυστήρια τέλεον ἀπάνθρωπα, ὂν εἰσέτι παῖδα ὄντα ἐνόπλῳ κινήσει περιχορευόντων Κουρήτων, δόλῳ δὲ ὑποδύντων Τιτάνων, ἀπατήσαντες παιδαριώδεσιν ἀθύρμασιν οὗτοι δὴ οἷ Τιτᾶνες διέσπασαν ἔτι νηπίαχον ὄντα, ὡς ὁ τῆς τελετῆς ποιητὴς Ὀρφεύς φησιν ὁ Θρᾴκιος, κῶνος καὶ ῥόμβος καὶ παίγνια καμπεσίγυια, μῆλά τε χρύσεα καλὰ παρ’ Ἑσπερίδων λιγυφώνων.
‟ Καὶ τῆσδε ἡμῖν τῆς τελετῆς τὰ ἀχρεῖα σὐμβολα οὐκ ἀχρεῖον εἰς κατάγνωσιν παραθέσθαι · ἀστράγαλος, σφαῖρα , στρόβιλος , μῆλα , ῥόμβος , ἔσοπτρον, πόκος.
Ἀθηνᾶ μὲν οὖν τὴν καρδίαν τοῦ Διονύσου ὑφελομένη Πάλλας ἐκ τοῦ πάλλειν τὴν καρδίαν προσηγορεύθη· οἱ δὲ Τιτᾶνες, οἶ καὶ διασπάσαντες αὐτὸν, λέβητά τινα τρίποδι ἐπιθέντες, καὶ τοῦ Διονύσου ἐμβαλόντες τὰ μέλη , καθήψουν πρότερον, ἔπειτα ὀβελίσκοις ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.
Ζεὺς δ’ ὕστερον ἐπιφανεὶς—εἰ θεὸς ἦν , τάχα που τῆς κνίσης τῶν ὀπτωμένων κρεῶν μεταλαβὼν, ἧς δὴ τὸ γέρας λαχεῖν ὁμολογοῦσιν ὑμῶν οἱ θεοὶ—κεραυνῷ τοὺς Τιτάνας αἰκίζεται καὶ τὰ μέλη τοῦ Διονύσου Ἀπόλλωνι τῷ παιδὶ παρακατατίθεται καταθάψαι. ὁ δὲ, οὐδὲ γὰρ ἠπείθησε Διὶ, εἰς τὸν Παρνασὸν φέρων κατατίθεται διεσπασμένον τὸν νεκρόν.
Εἰ θέλεις δ’ ἐποπτεῦσαι καὶ τὰ Κορυβάντων ὄργια, τὸν τρίτον ἀδελφὸν ἀποκτείναντες οὗτοι τὴν κεφαλὴν τοῦ νεκροῦ φοινικίδι ἐπεκαλυψάτην, καὶ καταστέψαντες ἐθαψάτην , φέροντες ἐπὶ χαλκῆς ἀσπίδος ὑπὸ τἀς ὑπωρείας τοῦ Ὀλύμπου.
καὶ c ταῦτ’ ἔστι τὰ μυστήρια, συνελόντι φάναι, φόνοι καὶ τάφοι · οἶ δ’ ἱερεῖς οἶ τῶνδε, οὓς ἀνακτοτελέστας οἷς μέλον καλοῦσι, προσεπιτερατεύονται τῇ συμφορᾷ, ὁλόριξον ἀπαγορεύοντες σέλινον ἐπὶ τραπέζης τιθέναι · οἴονται γὰρ δὴ ἐκ τοῦ αἵματος τοῦ ἀπορρυέντος τοῦ Κορυβαντικοῦ τὸ σέλινον ἐκπεφυκέναι · ὥσπερ ἀμέλει καὶ αἱ θεσμοφοριάζουσαι τοὺς τῆς ῥοιᾶς κόκκους παραφυλάττουσιν ἐσθίειν · τοὺς γὰρ ἀποπεπτω- κότας χαμαὶ ἐκ τῶν τοῦ Διονύσου αἵματος σταγόνων βεβλαστηκέναι νομίζουσι τἀς ῥοιάς.
Καβείρους δὲ τοὺς Κορύβαντας καλοῦντες καὶ τελετὴν Καβειρικὴν καταγγέλλουσιν. αὐτὼ γὰρ δὴ τούτω τὼ ἀδελφοκτόνω τὴν κίστην ἀνελομένω, ἐν ᾑ τὸ τοῦ Διονύσου αἰδοῖον ἀπέκειτο, εἰς Τυρρηνίαν κατήγαγον, εὐκλεοῦς ἔμποροι φορτίου · κἀνταῦθα διετριβέτην φυγάδε ὄντε, τὴν πολυτίμητον εὐσεβείας διδασκαλίαν , αἰδοῖα καὶ κίστην θρησκεύειν παραθεμένω Τυρρηνοῖς· δι’ ἣν αἰτίαν οὐκ ἀπεικότως τὸν Διόνυσον προσαγορεύεσθαί τινες Ἄττιν θέλουσιν, αἰδοίων ἐστερημένον. “
‟ Καὶ τί θαυμαστὸν εἰ Τυρρηνοὶ οἶ βάρβαροι αἰσχροῖς οὕτω τελίσκονται παθήμασιν, ὅπου γε Ἀθηναίοις ναίοις καὶ τῇ ἄλλῃ Ἑλλάδι, αἰδοῦμαι καὶ λέγειν, αἰσχύνης ἔμπλεως ἡ περὶ τὴν Δῃῶ μυθολογία;
ἀλωμένη γὰρ ἡ Δῃῶ κατὰ ζήτησιν τῆς θυγατρὸς τῆς Κόρης περὶ τὴν Ἐλευσῖνα—τῆς Ἀττικῆς ἐστι τοῦτο τὸ χωρίον—ἀποκάμνει, καὶ φρέατι ἐπικαθίζει λυπουμένη. τοῦτο τοῖς μυουμένοις ἀπαγορεύεται εἰσέτι καὶ νῦν, ἔνα μὴ δοκοῖεν οἶ τετελεσμένοι μιμεῖσθαι τὴν ὀδυρομένην.
ᾤκουν δὲ τηνικάδε τὴν Ἐλευσῖνα οἶ γηγενεῖς· ὀνόματα αὐτοῖς Βαυβὼ καὶ Δυσαὐλης καὶ Τριπτόλεμος , ἔτι δὲ Εὔμολπός τε καὶ Εὐβουλεύς · βουκόλος ὁ Τριπτόλεμος ἦν, ποιμὴν δὲ ὁ Εὔμολπος, συβώτης δὲ ὁ Εὐβουλεύς· ἀφ’ ὧν τὸ Εὐμολπιδῶν καὶ τὸ κηρύκων τὸ ἱεροφαντικὸν δὴ τοῦτο Ἀθήνησι γένος ἤνθησε.
καὶ δὴ—οὐ γὰρ ἀνήσω μὴ οὐχὶ εἰπεῖν—ξενίσασα ἡ Βαυβὼ τὴν Δῃῶ ὀρέγει κυκεῶνα αὐτῇ. τῆς δὲ ἀναινομένης λαβεῖν καὶ πιεῖν οὐκ ἐθελούσης—πενθήρης γὰρ ἦν—περιαλγὴς ἡ Βαυβὼ γενομένη, ὡς ὑπεροραθεῖσα δῆθεν, ἀναστέλλεται τὰ αἰδοῖα καὶ ἐπιδεικνύει τῇ θεῷ, ἡ δὲ τέρπεται τῇ ὄψει ἡ Δῃῶ, καὶ μόλις ποτὲ δέχεται τὸ ποτὸν, ἡσθεῖσα τῷ θεάματι. “
Ταῦτά ἐστι τὰ κρύφια τῶν Ἀθηναίων μυστήρια, ταῦτά τοι καὶ Ὀρφεὺς ἀναγράφει. παραθήσομαι δέ σοι αὐτὰ τοῦ Ὀρφέως τὰ ἔπη, ἵν ἔχῃς μάρτυρα τῆς ἀναισχυντίας τὸν μυσταγωγόν· ὣς εἰποῦσα πέπλους ἀνεσύρατο, δεῖξε δὲ πάντα σώματος οὐδὲ πρέποντα τύπον· παῖς δ’ ἦεν Ἴακχος, χειρί τέ μιν ῥίπτασκε γελῶν Βαυβοῦς ὑπὸ κόλποις ἡ δ’ ἐπεὶ οὑν μείδησε θεὰ, μείδησ’ ἐνὶ θυμῷ, δέξατο δ’ αἰόλον ἄγγος , ἐν ᾧ κυκεὼν ἐνέκειτο.
κἄστι τὸ σύνθημα Ἐλευσινίων μυστηρίων ῾ ενήστευσα. ἔπιον τὸν κυκεῶνα, ἔλαβον ἐκ κίστης, ἐργασάμενος ἀπεθέμην εἰς κάλαθον, καὶ ἐκ καλάθου εἰς κίστην.’ καλά γε τὰ θεάματα καὶ θεᾷ πρέποντα.
Ἄξια μὲν οὖν νυκτὸς τὰ τελέσματα καὶ πυρὸς καὶ τοῦ μεγαλήτορος , μᾶλλον δὲ ματαιόφρονος Ἐρεχθειδῶν δήμου, πρὸς δὲ καὶ τῶν ἄλλων Ἑλλήνων, οὕστινας μένει τελευτήσαντας ἅσσα οὐδὲ ἔλπονται.
τίσι δὲ μαντεύεται Ἡράκλειτος ὁ Ἐφέσιος ; νυκτιπόλοις , μάγοις, βάκχοις, Λήναις, μύσταις· τούτοις ἀπειλεῖ τὰ μετὰ θάνατον, τούτοις μαντεύεται τὸ πῦρ· τὰ γὰρ νομιζόμενα κατ’ ἀνθρώπους μυστήρια ἀνιερωστὶ μυεῦνται.
νόμος οὖν καὶ ὑπόληψις κενὴ καὶ τοῦ δράκοντος τὰ μυστήρια ἀπάτη τίς ἐστι θρησκευομένη τὰς ἀμυήτους ὄντως μυήσεις καὶ τὰς ἀνοργιάστους τελετὰς εὐσεβείᾳ νόθῳ προτρεπομένων.
οἷαι δὲ καὶ αἶ κίσται αἶ μυστικαί; — δεῖ γὰρ ἀπογυμνῶσαι τὰ ἅγια αὐτῶν καὶ τὰ ἄρρητα ἐξειπεῖν—οὐ σησαμαῖ ταῦτα καὶ πυραμίδες καὶ τολύπαι καὶ πόπανα πολυόμφαλα, χόνδροι τε ἁλῶν, καὶ δράκων ὄργιον Διονύσου Βασσάρου ; οὐχὶ δὲ ῥοιαὶ, πρὸς τοῖσδε καὶ καρδίαι, νάρθηκές τε καὶ κιττοὶ, πρὸς δὲ καὶ φθόις καὶ μήκωνες; ταῦτ’ ἔστιν αὐτῶν τὰ ἅγια.
καὶ προσέτι τῆς Θέμιδος τὰ ἄρρητα σύμβολα, ὀρίγανον, λύχνος, ξίφος, κτεὶς γυναικεῖος , ὅς ἐστιν εὐφήμως καὶ μυστικῶς μόριον γυναικεῖον. ὢ τῆς ἐμφανοῦς ἀναισχυντίας · πάλαι μὲν ἀνθρώποις σωφρονοῦσιν ἐπικάλυμμα ἡδονῆς νὺξ ἦν σιωπωμένη, νυνὶ δὲ τοῖς μυουμένοις ἡ ἱερὰ τῆς ἀκρασίας νύξ ἐστι λαλουμένη, καὶ τὸ πῦρ ἐλέγχει τὰ πάθη δᾳδουχούμενον.
ἀπόσβεσον, ὦ ἱεροφάντα, τὸ πῦρ · αἰδέσθητι , δᾳδοῦχε , τὰς λαμπάδας · ἐλέγχει σου τὸν Ἴακχον τὸ φῶς· ἐπίτρεψον ἀποκρύψαι τῇ νυκτὶ τὰ μυστήρια· σκότει τετιμήσθω τὰ ὄργια. τὸ πῦρ οὐχ ὑποκρίνεται · ἐλέγχειν καὶ κολάζειν κελεύεται.’
‟ Ταῦτα τῶν ἀθέων τὰ μυστήρια. ἀθέους δὲ εἰκότως ἀποκαλῶ τούτους, οἳ τὸν μὲν ὄντως ὄντα θεὸν ἠγνοήκασι , παιδίον δὲ ὑπὸ Τιτάνων διασπώμενον καὶ γύναιον πενθοῦν καὶ μόρια ἄρρητα ὡς ἀληθῶς ὑπὸ αἰσχύνης ἀναισχύντως σέβουσι , διττῇ ἐνισχημένοι τῇ ἀθεότητι · προτέρᾳ μὲν, καθ’ ἣν ἀγνοοῦσι τὸν θεὸν, τὸν ὄντως ὄντα μὴ γνωρίζοντες θεὸν, ἑτέρᾳ δὲ καὶ δευτέρᾳ ταύτῃ δὴ τῇ πλάνῃ τοὺς οὐκ ὄντας ὡς ὄντας νομίζοντες , καὶ θεοὺς τούτους ὀνομάξοντες τοὺς οὐκ ὄντως ὄντας, μᾶλλον δὲ οὐδὲ ὄντας, μόνου δὲ τοῦ ὀνόματος τετυχηκότας.” Τοσαῦτα καὶ οὗτος.