Κεφάλαιον 9 (106)
“ Διαιρεῖται δὲ τὰ τόν γινομένων αἴτια εἰς τρόπους αἰτιῶν τέσσαρας , καθὼς ὁ θεῖος Ἀριστοτέλης δέδειχε· τῶν γὰρ αἰτίων τὰ μέν ἐστι ποιητικὰ, τὰ δὲ ὕλης ἐπέχοντα λόγον · ἔστι δέ τις ἐν αὐτοῖς καὶ ἡ κατὰ τὸ εἶδος αἰτία· παρὰ δὲ τὰς τρεῖς ταύτας αἰ- τίας ἐστὶν ἐν αὐτοῖς αἴτιον καὶ τέλος, οὗ χάριν τὸ γινόμενον γίνεται.
καὶ τοσαῦται μὲν αἶ τῶν αἰ- τίων διαφοραί· ὅ τι γὰρ ἂν αἴτιον ᾖ τινὸς ὑπό τι τούτων τῶν αἰτιῶν ὂν εὑρεθήσεται. καὶ γὰρ εἰ μὴ πάντα τὰ γινόμενα τοσούτων αἰτίων δεῖται, ἀλλὰ τά γε πλείστων δεόμενα οὐχ ὑπερβαίνει τὸν εἰρημένον ἀριθμόν.
γνωριμωτέρα δ’ ἂν αὐτῶν ἡ διαφορὰ γένοιτο, εἰ ἐπὶ παραδείγματός τινος τῶν γινομένων ὁραθείη. ἴστω δὴ ἐπ’ ἀνδριάντος ἡμῖν ἡ τῶν αἰτίων δεικνυμένη διαίρεσις. τοῦ δὴ ἀνδριάντος ὡς μὲν ποιητικὸν αἴτιον ὁ ποιήσας τεχνίτης , ὃν ἀνδριαντο- ποιὸν καλοῦμεν, ὡς δὲ ὕλη ὁ ὑποκείμενος χαλκὸς, ἢ λίθος, ἢ ὅ τι ἂν ᾖ τὸ ὑπὸ τοῦ τεχνίτου σχηματι- ζόμενον κατὰ τὴν τέχνην · αἴτιον γὰρ καὶ τοῦτο τοῦ γεγονέναι τε καὶ εἶναι τὸν ἀνδριάντα.
ἔστι δὲ καὶ τὸ εἶδος τὸ ἐν τῷ ὑποκειμένῳ τούτῳ γενόμενον ὑπὸ τοῦ τεχνίτου καὶ αὐτὸ τοῦ ἀνδριάντος αἴτιον· διὸ εἶδός ἐστι δισκεῦον, ἢ ἀκοντίζον, ἢ ἐπ’ ἄλλου τινὸς ὡρισμένου σχήματος.
οὐ μόνον δὲ ταῦτα τῆς τοῦ ἀνδριάντος γενέσεως αἴτια, ἀλλ’ ἔστιν οὐδενὸς τῶν αἰτίων τῆς γενέσεως αὐτοῦ δεύτερον τὸ τέλος, οὗ χάριν γέγονε, τουτέστιν , ἢ τιμή τινος, ἢ εἰς θεὸν εὐ- σέβειά τις. ἄνευ γὰρ τῆς τοιαύτης αἰτίας οὐδ’ ἂν τὴν ἀρχὴν ὁ ἀνδριὰς ἐγένετο.
ὄντων τοίνυν τορούτων τῶν αἰτίων καὶ τὴν πρὸς ἄλληλα διαφορὰν ἐχόντων γνώριμον, τὴν εἱμαρμένην ἐν τοῖς ποιητικοῖς αἰτίοις δικαίως ἂν καταριθμοῖμεν, ἀναλογίαν σώξουσαν πρὸς τὰ γινόμενα κατ’ αὐτὴν τῇ τοῦ ἀνδριάντος δημιουργῷ τέχνῃ.’’
‘‘Τούτου δὲ οὕτως ἔχοντος ἀκόλουθον ἂν εἴη περὶ τῶν ποιητικῶν αἰτίων ποιήσασθαι τὸ.ν λόγον· οὕτω γὰρ ἔσται γνώριμον εἴτε πάντων τῶν γιγνομένων χρὴ τὴν εἱμαρμένην αἰτιᾶσθαι εἴτε δὴ καὶ ἄλλοις τισὶ παρὰ τήνδε συγχωρεῖν, ὡς οὖσι ποιητικοῖς τινῶν αἰτίοις.
ἁπάντων δὴ τῶν γιγνομένων Ἀρι- στοτέλης ποιούμενος τὴν διαίρεσιν τὰ μὲν αὐτῶν τιωὁς χάριν γίγνεσθαι λέγει, σκοπόν τινα καὶ τέλος τῶν γιγνομένων προκείμενον ἔχοντος τοῦ ποιοῦντος αὐτὰ, τὰ δὲ οὐδενὸς, ὅσα οὐ κατὰ πρόθεσίν τινα τοῦ ποιοῦντος γίγνεται, οὐδ’ ἐπὶ τέλος ὡρισμένον ἔχει τὴν ἀναφορὰν, τοιαῦτα οἶόν ἐστι καρφῶν τε τι- νῶν διακρατήσεις καὶ περι·στροφαὶ, καὶ τριχῶν ἐπαφαί τε καὶ ἐκτάσεις, καὶ ὅσα τούτοις ὁμοίως γίνεται.
ὅτι μὲν γὰρ γίνεται καὶ αὐτὰ γνώριμον· οὐ μὴν ἔχει τὴν κατὰ τὸ τέλος καὶ τὴν οὑ χάριν αἰτίαν. τὰ μὲν οὖν οὕτω γινόμενα ἀσκόπως καὶ ἀπλῶς γινόμενα οὐδεμίαν εὔλογον ἔχει διαίρεσιν ·
τῶν δὲ ἐπί τι τὴν ἀναφορὰν ἐχόντων καί τινος γιγνομένων χάριν τὰ μὲν κατὰ φύσιν, τὰ δὲ κατὰ λόγον γίγνεται. τὰ τε γὰρ φύσιν αἰτίαν ἔχοντα τῆς γενέσεως κατά τινας ἀριθμοὺς καὶ τάξιν ὡρισμένην πρόεισιν ἐπί τι τέλος, ἐν ᾧ γιγνόμενα τοῦ γίγνεσθαι παύονται , εἰ μή τι αὐτοῖς ἐνστὰν ἐμποδὼν γίγνοιτο τῇ κατὰ φύσιν αὐ- τῶν ἐπὶ τὸ προκείμενον ὁδῷ.
ἀλλὰ καὶ τὰ κατὰ λόγον γιγνόμενα ἔχει τι τέλος. οὐδὲν γὰρ ὡς ἔτυχε τῶν κατὰ λόγον γιγνομένων γίγνεται , ἀλλ’ ἐπί τινα σκοπὸν ἡ ἀναφορὰ πᾶσιν αὐτοῖς.
ἔστι δὲ κατὰ λόγον γιγνόμενα ὅσα ὑπὸ τῶν ποιούντων αὐτὰ γίγνεται λογιζομένων τε περὶ αὐτῶν καὶ συντιθέντων καθ’ ὃν ἂν τρόπον γένοιτο. οὕτω γίγνεται τά τε κατὰ τὰς τέχνας γιγνόμενα πάντα καὶ τὰ κατὰ προαίρεσιν ·
ἃ διαφέρει τῶν γιγνομένων φύσει τῷ τὰ μὲν φύσει γιγνόμενα ἐν αὑτοῖς ἔχειν τὴν ἀρχήν τε καὶ τὰς αἰ- τίας τῆς τοιαύτης γενέσεως, τοιοῦτον γὰρ ἡ φύσις), καὶ γίγνεσθαι μὲν κατὰ τάξιν τινὰ, οὐ μὴν τῆς ποιούσης αὐτὰ φύσεως ὁμοίως ταῖς τέχναις λογισμῷ περὶ αὐτῶν χρωμένης.
τὰ δὲ γιγνόμενα κατὰ τέχνην τε καὶ προαίρεσιν ἔξωθεν ἔχει τὴν ἀρχὴν τῆς κινή- σεως καὶ τὴν αἰτίαν τὴν ποιοῦσαν, ἀλλ’ οὐκ ἐν αὑ- τοῖς, καὶ τῆς γενέσεως αὐτῶν ὁ τοῦ ποιοῦντος ἡγεῖται περὶ αὐτῶν λογισμός.
τρίτον δέ ἐστιν ἐν τοῖς ἕνεκά του γιγνομένοις καὶ τὰ ἀπὸ τύχης τε καὶ τοῦ αὐτομάτου γίγνεσθαι πεπιστευμένα, ταύτῃ τῶν προηγουμένως ἕνεκά του γιγνομένων διαφέροντα, ᾗ ἐπ᾿ ἐκείνων μὲν τὰ πρὸ τοῦ τέλους τοῦ τέλους χάριν γίγνεται, ἐπὶ δὲ τούτων τὰ μὲν γιγνόμενα πρὸ τοῦ τέλους ἄλλου χάριν γίγνεται, ἀπαντᾷ δὲ αὐτοῖς ἄλλου χάριν γιγνομένοις, ὡς τέλος, τὸ αὐτομάτως τε καὶ ἀπὸ τύχης γίγνεσθαι λεγόμενον.”
“Τούτων δὲ οὕτως ἐχόντων καὶ πάντων τῶν γιγνομένων εἰς τούτους τοὺς τρόπους νενεμημένων ἀκόλουθον ἐπὶ τούτοις ἰδεῖν ἐν τίνι τῶν ποιητικῶν αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην.
ἆρά γε ἐν τοῖς οὐδενὸς γιγνομένοις χάριν; ἢ τοῦτο μὲν παντά- πασιν ἄλογον; ἀεὶ γὰρ ἐπὶ τέλους τινὸς τῷ τῆς εἱμαρμένης ὀνόματι χρώμεθα, καθ᾿ εἱμαρμένην τε αὐτὸ λέγοντες γεγονέναι· διὸ ἐν τοῖς ἕνεκά του γινομένοις ἀναγκαῖον τιθέναι τὴν εἱμαρμένην.”
Ταῦτα αὐτοῖς ῥήμασιν ὁ προδηλωθεὶς ἀνὴρ διελὼν διὰ πλειόνων ἑξῆς συνίστησιν, οὐδ᾿ ἄλλο τι εἶναι τὴν εἱμαρμένην ἢ τὰ κατὰ φύσιν γινόμενα· μὴ γὰρ ἐν τοῖς κατὰ λογισμὸν ἡμέτερον καὶ κατὰ τέχνην ἐπιτελουμένοις τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπιθεωρεῖσθαι
φησὶ δὲ τῶν κατὰ φύσιν πλεῖστα ἐμ- ποδίζεσθαι συμβαίνειν, ἃ καὶ καλεῖσθαι παρὰ φύσιν, ὥσπερ καὶ ἐν τοῖς κατὰ τὴν τέχνην τὰ παρὰ τὴν τέχνην λέγεσθαι. εἰ δὲ ὅλως παρὰ τὸ κατὰ φύσιν γίγνεταί τινα, γένοιτ᾿ ἂν καὶ παρὰ τὴν εἱμαρμένην, εἴπερ τὰ κατὰ φύσιν ταῦτά ἐστι τὰ καθ᾿ εἱμαρμένην.
“Ὁρῶμεν γοῦν, φησὶν, ὅτι καὶ τὸ σῶμα τῷ τοιόνδε ἢ τοιόνδε εἶναι τὴν φύσιν ἐν νόσοις καὶ φθοραῖς ἀκολούθως τῇ φυσικῇ συστάσει γίνεται, οὐ μὴν ὁμοίως ἐπὶ πάντων, οὐδὲ ἐξ ἀνάγκης. ἱκαναὶ γὰρ ἐκκροῦσαι πολλάκις τὴν τοιάνδε ἕξιν ἐπιμέλειαι καὶ βίων ὑπαλλαγαὶ καὶ προστάξεις ἰατρῶν καὶ συμ- βουλίαι θεῶν.
κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς ψυχῆς εὕροι τις ἂν παρὰ τὴν φυσικὴν κατα- σκευὴν διαφόρους ἐν ἑκάστῳ προαιρέσεις καὶ πρά- ξεις καὶ βίους ἐξ ἀσκήσεως καὶ ἀπὸ μαθημάτων καὶ ἀπὸ λόγων κρειττόνων βελτιουμένων ….
εἰπόντος γοῦν ποτὲ τοῦ φυσιογνώμονος περὶ τοῦ Σωκράτους τοῦ φιλοσόφου ἄτοπά τινα καὶ πλεῖστον ἀφεοτῶτα τῆς προαιρέσεως αὐτοῦ τῆς κατὰ τὸν βίον, καὶ ἐπὶ τούτοις ὑπὸ τῶν περὶ τὸν Σωκράτην καταγελωμένου, οὐδὲν εἶπεν ὁ Σωκράτης ἐσφάλθαι τὸν Ζώπυρον· ἦν γὰρ ἂν τοιοῦτος , ὅσον ἐπὶ τῇ φύσει , εἰ μὴ διὰ τὴν ἐκ φιλοσοφίας ἄσκησιν ἀμείνων τῆς φύσεως ἐγένετο.
Καὶ τοιαῦτα μὲν τὰ κατὰ φύσιν, ἃ καὶ μηδέν φησι διαφέρειν τῶν καθ’ εἱμαρμένην. “Τὰ δὲ ἀπὸ τύχης τοιαῦτα, ὅταν ἄλλου τινὸς χάριν γενομένῳ τινὶ μὴ τοῦτο ἀπαντήσῃ οὗ χάριν ἐγένετο, ἄλλο δέ τι ὅπερ τὴν ἀρχὴν οὐδὲ ἠλπίζετο. θησαυρόν τε γάρ φησιν ἀπὸ τύχης εὑρηκέναι τινὰ, ὅταν ἄλλου χάριν ὀρύσσων, ἀλλὰ μὴ τοῦ θησαυρὸν εὑρεῖν, θησαυρῷ περιπέσῃ · καὶ τὸ ἀργύριον ἀπὸ τύχης κεκομίσθαι τινὰ λέγουσιν, ὅταν εἰς τὴν ἀγορὰν προελθὼν ἄλλου τινὸς χάριν ἀργύριον ἔχοντι περιπεσὼν τῷ χρεώστῃ τὸ ὀφειλόμενον λάβῃ · καὶ ὁ ἵπ- πος δὲ αὐτομάτως τισὶ λέγεται σεσῶσθαι, ὅταν τρο- φῆς μὲν ἐλπίδι, ἢ ἄλλου τινὸς χάριν, ἀποφύγῃ τοὺς κατέχοντας αὐτὸν, ἀπαντήσῃ δὲ αὐτοῦ τῇ φυγῇ καὶ τῷ δρόμῳ τὸ τοῖς δεσπόταις περιπεσεῖν.
ὧν οὕτως ἐχόντων οὐδὲ ταῦτα ἂν εἴη καθ’ εἱμαρμένην. καὶ ἄδηλα δέ ἐστί τινα αἴτια ἀνθρωπίνῳ λογισμῷ, ἃ κατά τινας ἀντιπαθείας γίνεσθαι πεπίστευται, ἀγνο- ουμένης τῆς αἰτίας δι’ ἣν γίνεται. ὁποῖα περίαπτά τινα ποιεῖν προείληπται, οὐδεμίαν εὔλογον καὶ πιθανὴν αἰτίαν τοῦ ταῦτα ποιεῖν ἔχοντα· ἔτι δὲ ἐπαοιδαὶ, καὶ τοιαῦταί τινες μαγγανεῖαι. τούτων γὰρ ὁμολογεῖται μὲν ὑπὸ πάντων ἄδηλος εἶναι ἡ αἰτία· διὸ καὶ ἀναιτιολόγητα λέγουσιν αὐτά.
πολλὰ δ᾿ εἶναι παρὰ ταῦτα καὶ ἐνδεχομένως καὶ ὁπότερα ἔτυχε γινόμενα, ἃ οὐδὲ ταῦτ᾿ ἂν εἴη καθ᾿ εἱμαρμένην.
λέγεται δὲ ἐνδεχομένως γίνεσθαι ταῦτα ἐφ᾿ ὧν καὶ τὸ μὴ γενέσθαι χώραν ἔχει, ὡς καὶ αὐτὸ τὸ ὁπότερα ἔτυχε λεγόμενον ποιεῖ γνώριμον· οἷον τὸ κινῆσαί τι τῶν ἑαυτοῦ μερῶν, καὶ τὴν τυχοῦσαν τοῦ τραχήλου περιστροφὴν καὶ τὴν τοῦ δακτύλου ἔκτασιν καὶ τὸ ἐπᾶραι τὰ βλέφαρα, καὶ τὸν καθεζόμενον στῆσαι, καὶ τὸν κινούμενον ἠρεμῆσαι, καὶ τὸν λαλοῦντα σιγῆσαι, καὶ ἐπὶ μυρίων εὕροι τις ἂν δύναμίν τινα ἐνυπάρχουσαν τῶν ἐναντίων δεκτικὴν, ἃ οὐκ ἂν γένοιτο ἐξ εἱμαρμένης· τὰ γὰρ ἐξ αὐτῆς οὐ δέχεται τοῦ ἐν ᾧ ἐστι τὸ ἐναντίον.”
“Ἀλλὰ καὶ τὸ βουλεύεσθαι τὸν ἄνθρωπον οὐκ εἰς μάτην αὐτῷ ὑπάρχει· ἦν δ᾿ ἂν εἰς μάτην βουλευτικὸς, εἰ ἐξ ἀνάγκης ἔπραττε τὰ πραττόμενα ἀλλ᾿ ἐναργῶς φαίνεται τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος μόνος τοῦτο παρὰ τῆς φύσεως ἔχων πλέον, τὸ μὴ ὁμοίως ἐκείνοις ταῖς φαντασίαις ἕπεσθαι, ἀλλ᾿ ἔχειν τῶν προσπιπτόντων κριτὴν τὸν λόγον· ᾧ χρώμενος, εἰ μὲν ἐξεταζόμενα τὰ φαντασθέντα οἷα τὴν ἀρχὴν ἐφάνη καὶ ἔστι, συγκατατίθεται τῇ φαντασίᾳ, καὶ οὕτω μέτεισιν αὐτά· εἰ δὲ ἀλλοῖα φαίνεται, οὐκέτι ἔμεινεν ἐπὶ τῆς προλήψεως, ἐλέγξαντος αὐτὰ τοῦ λόγου, διὰ τὸ συμβουλεύσασθαι περὶ αὐτῶν.”
“Βουλευόμεθα γοῦν περὶ μόνων ὧν δυνάμεθα πράττειν· εἰ δέ ποτε μὴ βουλευσάμενοι πράτ- τοιμεν, πολλάκις μετανοοῦμεν καὶ μεμφόμεθα ἑαυτοῖς τῆς ἀβουλίας · ἀλλὰ κἂν ἄλλους ἴδωμεν ἀβούλως πράττοντας, ἐπικαλοῦμεν ὡς ἁμαρτάνουσιν, ἀξιοῦμέν τε συμβούλοις τοῖσδε χρῆσθαι, ὡς ἐφ’ ἡμῖν ὄντων τῶν τοιούτων.’
Ὅτι δὲ ψεῦδος ἦν αὐτῶν ὁ περὶ εἱμαρμένης λόγος , ἱκανὸν μαρτύριον τὸ μηδ’ αὐτοὺς τοὺς προστάτας αὐτοῦ δύνασθαι πείθεσθαι τοῖς ὑπ’ αὐτῶν λεγομένοις. καὶ γὰρ καὶ προτρέπειν καὶ διδάσκειν ἐπαγγέλλονται, καὶ μανθάνειν καὶ παιδεύεσθαι συμ- βουλεύουσιν, ἐπιτιμῶσί τε καὶ ἐπιπλήττουσι τοῖς οὐ τὰ προσήκοντα δρῶσιν, ὡς κατὰ προαίρεσιν ἰδίαν ἁμαρτάνουσιν.
ἀλλὰ καὶ συγγράμματα πλεῖστα καταλείπουσι, δι’ ὧν ἀξιοῦσι παιδεύεσθαι τοὺς νέους. ἐπαύσαντο δ’ ἂν τῆς ἐν τοῖς λόγοις φιλοτιμίας, εἰ προσέσχον ὅτι καὶ συγγνώμης ἀξιοῦσι τοὺς ἀκουσίως ἁμαρτάνοντας, τοὺς δὲ ἑκουσίως πλημμελοῦντας κολάσεως, ὡς ἐπ’ αὐτοῖς δηλονότι τοῦ τε ἁμαρτάνειν καὶ τοῦ μὴ κειμένου.
ὥστε καὶ κατ’ αὐτοὺς ἀναιρεῖσθαι τὴν ἐξ εἱμαρμένης ἀνάγκην, συνίστασθαι δὲ κατὰ φύσιν ἡμῖν ὑπάρχειν τὸ αὐτεξούσιον· μετὰ τοὐ πλεῖστα εἶναι καὶ τὰ μὴ ἐφ’ ἡμῖν, ὥσπερ τὰ κατὰ φύσιν, καὶ τὰ ἐκ τύχης, ἕτερα ὄντα καὶ αὐτὰ παρὰ τὸν τῆς εἱμαρμένης λόγον, καθὼς προδἐδεικται.’’
Τούτων ἡμῖν ἀπὸ πλείστων ἐπιτετμημένων, τῷ πολὺν εἶναι τὸν περὶ τοῦ αὐτεξουσίου λόγον ἐν τοῖς καθ’ ἡμᾶς δόγμασιν· ᾧ καὶ τῶν φιλοσόφων συνέδραμον αἱ παρατεθεῖσαι φωναὶ, τοῖς μὲν καθ’ ἡμᾶς θείοις γράμμασιν ἐπιμαρτυροῦσαι , τὰς δὲ περὶ εἱμαρμένης οὐ μόνον τῶν πολλῶν ἀνθρώπων , ἀλλὰ καὶ τῶν θαυμαστῶν χρησμῳδῶν θεῶν τὰς δόξας ψευδεῖς οὔσας ἀπελέγχουσαι·) καὶ τῶν μὲν πρὸς τοὺς γενναίους χρησμοὺς κυνικώτερον ἀποταθέντων, τῶν δὲ πρὸς τοὺς θαυμαστοὺς φιλοσόφους παρὰ τῶν αὐ- τοῖς γνωρίμων ἀντειρημένων, ὥρα καὶ τῶν ἐξ ἀστρο- λογίας πρὸς τοὺς Χαλδαίζοντας τῶν τὴν κακότεχνον ταύτην γοητείαν ὡς ἐν μέρει μαθήματος ἐπαγγελλομένων τοὺς λόγους ἐπισκέψασθαι· παραθήσομαι δέ σοι καὶ τῶνδε τὰς ἀποδείξεις ἐξ ἀνδρὸς Σύρου μὲν τὸ γένος, ἐπ’ ἄκρον δὲ τῆς Χαλδαικῆς ἐπιστήμης ἐληλακότος. Βαρδησάνης ὄνομα τῷ ἀνδρὶ, ὃς ἐν τοῖς πρὸς τοὺς ἑταίρους διαλόγοις τάδε πη μνημονεύεται φάναι