Κεφάλαιον 9 (10, 2)
Οὕτως ἡγητέον Σίμωνα τὸν μάγον ἀπεικάζοντας τῷ Λίβυϊ τάχιον ἀνθρώπῳ γενομένῳ οὕτως θεῷ. Εἰ δὲ ἔχει τὰ τῆς εἰκόνος ἀκριβῶς, καὶ πέπονθεν ὁ μάγος πάθος τι παραπλήσιον Ἀψέθῳ, ἐπιχειρήσωμεν μεταδιδάσκειν τοῦ Σίμωνος τοὺς ψιττακούς, ὅτι Χριστὸς οὐκ ἦν Σίμων ὁ ἑστώς, στάς, στησόμενος· ἀλλ᾿ ἄνθρωπος ἦν ἐκ σπέρματος, γέννημα γυναικός, ἐξ αἱμάτων καὶ ἐπιθυμίας σαρκικῆς καθάπερ καὶ οἱ λοιποὶ γεγεννημένος· καὶ ὅτι ταῦθ᾿ οὕτως ἔχει, προϊόντος τοῦ λόγου ῥᾳδίως ἐπιδείξομεν. Λέγει δὲ ὁ Σίμων μεταφράζων τὸν νόμον Μωϋσέως ἀνοήτως τε καὶ κακοτέχνως· Μωσέως γὰρ λέγοντος, ὅτι ὁ θεὸς πῦρ φλέγον ἐστὶ καὶ καταναλίσκον, δεξάμενος τὸ λεχθὲν ὑπὸ Μωσέως οὐκ ὀρθῶς, πῦρ εἶναι τῶν ὅλων λέγει τὴν ἀρχήν, οὐ νοήσας τὸ εἰρημένον, ὅτι θεὸς οὐ πῦρ, ἀλλὰ πῦρ φλέγον καὶ καταναλίσκον, οὐκ αὐτὸν διασπῶν μόνον τὸν νόμον Μωσέως, ἀλλὰ καὶ τὸν σκοτεινὸν Ἡράκλειτον συλαγωγῶν. Ἀπέραντον δὲ εἶναι δύναμιν ὁ Σίμων προσαγορεύει τῶν ὅλων τὴν ἀρχήν, λέγων οὕτως· Τοῦτο τὸ γράμμα ἀποφάσεως φωνῆς καὶ ὀνόματος ἐξ ἐπινοίας τῆς μεγάλης δυνάμεως τῆς ἀπεράντου. Διὸ ἔσται ἐσφραγισμένον, κεκρυμμένον, κεκαλυμμένον, κείμενον ἐν τῷ οἰκητηρίῳ, οὖ ἡ ῥίζα τῶν ὅλων τεθεμελίωται. Οἰκητήριον δὲ λέγει εἶναι τὸν ἄνθρωπον τοῦτον τὸν ἐξ αἱμάτων γεγεννημένον, καὶ κατοικεῖν ἐν αὐτῷ τὴν ἀπέραντον δύναμιν, ἣν ῥίζαν εἶναι τῶν ὅλων φησίν. Ἔστι δὲ ἡ ἀπέραντος δύναμις, τὸ πῦρ, κατὰ τὸν Σίμωνα οὐδὲν ἁπλοῦν, καθάπερ οἱ πολλοὶ ἁπλᾶ λέγοντες εἶναι τὰ τέσσαρα στοιχεῖα καὶ τὸ πῦρ ἁπλοῦν εἶναι νενομίκασιν, ἀλλὰ γὰρ εἶναι τὴν τοῦ πυρὸς διπλῆν τινὰ τὴν φύσιν, καὶ τῆς διπλῆς ταύτης καλεῖ τὸ μέν τι κρυπτόν, τὸ δέ τι φανερόν· κεκρύφθαι δὲ τὰ κρυπτὰ ἐν τοῖς φανεροῖς τοῦ πυρός, καὶ τὰ φανερὰ τοῦ πυρὸς ὑπὸ τῶν κρυπτῶν γεγονέναι. Ἔστι δὲ τοῦτο, ὅπερ Ἀριστοτέλης δυνάμει καὶ ἐνεργείᾳ καλεῖ ἢ Πλάτων νοητὸν καὶ αἰσθητόν. Καὶ τὸ μὲν φανερὸν τοῦ πυρὸς πάντα ἔχει ἐν ἑαυτῷ ὅσα ἄν τις ἐπινοήσῃ ἢ καὶ λάθῃ παραλιπὼν τῶν ὁρατῶν. Τὸ δὲ κρυπτὸν πᾶν ὅ, τι ἐννοήσει τις νοητὸν καὶ πεφευγὸς τὴν αἴσθησιν ἢ καὶ παραλείπει μὴ διανοηθείς. Καθόλου δέ ἐστιν εἰπεῖν, πάντων τῶν ὄντων αἰσθητῶν τε καὶ νοητῶν, ὧν ἐκεῖνος κρυφίων καὶ φανερῶν προσαγορεύει, ἔστι θησαυρὸς τὸ πῦρ τὸ ὑπερουράνιον, οἱονεὶ δένδρον μέγα ὡς τὸ δι᾿ ὀνείρου βλεπόμενον τῷ Ναβουχοδονόσορ, ἐξ οὗ πᾶσα σὰρξ τρέφεται. Καὶ τὸ μὲν φανερὸν εἶναι τοῦ πυρὸς νομίζει τὸ πρέμνον, τοὺς κλάδους, τὰ φύλλα, τὸν ἔξωθεν αὐτῷ περικείμενον φλοιόν. Ἅπαντα, φησί, ταῦτα τοῦ μεγάλου δένδρου ἀναφθέντα ἀπὸ τῆς παμφάγου τοῦ πυρὸς ἀφανίζεται φλογός. Ὁ δὲ καρπὸς τοῦ δένδρου ἐὰν ἐξεικονισθῇ καὶ τὴν ἑαυτοῦ μορφὴν ἀπολάβῃ, εἰς ἀποθήκην τίθεται, οὐκ εἰς τὸ πῦρ. Γέγονε μὲν γὰρ, φησίν, ὁ καρπός, ἵνα εἰς τὴν ἀποθήκην τεθῇ, τὸ δὲ ἄχυρον, ἵνα παραδοθῇ τῷ πυρί, ὅπερ ἐστὶ πρέμνον, οὐκ αὐτοῦ χάριν ἀλλὰ τοῦ καρποῦ γεγενημένον.