Κεφάλαιον 13 (14)
Μάθωμεν οὖν πρῶτον, πῶς ταύτην τὴν διδαχὴν παρὰ τῶν ἀστρολόγων εἰληφότες ἐπηρεάζουσι Χριστόν, ἐργαζόμενοι φθορὰν τοῖς ἑπομένοις αὐτοῖς ἐν τῇ τοιαύτῃ πλάνῃ. Οἱ γὰρ ἀστρολόγοι ἕνα τὸν κόσμον εἰρηκότες διαιροῦσιν αὐτὸν εἰς τὰ ἀπλανῆ τῶν ζωδίων μέρη δώδεκα, καὶ καλοῦσι τὸν κόσμον τῶν ζωδίων τῶν ἀπλανῶν ἕνα κόσμον ἀπλανῆ· ἕτερον δὲ εἶναι τὸν τῶν πλανωμένων καὶ δυνάμει καὶ θέσει καὶ ἀριθμῷ κόσμον λέγουσιν, ὅς ἐστι μέχρι σελήνης. Λαμβάνειν δὲ κόσμον ἀπὸ κόσμου δύναμίν τινα καὶ μετουσίαν, καὶ μετέχειν ἀπὸ τῶν ὑπερκειμένων τὰ ὑποκείμενα. Ἵνα δὲ ἔσται τὸ λεγόμενον ἐμφανές, αὐταῖς ἐκείναις ταῖς τῶν ἀστρολόγων ἐκ μέρους χρήσομαι φωναῖς ὑπομνήσων τοὺς ἐντυγχάνοντας τὰ προειρημένα ἐν τῷ τόπῳ, οὗ ἐξεθέμεθα τὴν τῶν ἀστρολόγων πᾶσαν τέχνην. Ἃ μὲν οὖν ἐκείνοις δοκεῖ ἔστι τάδε· ἀπὸ τῆς τῶν ἄστρων ἀπορροίας τὰς γενέσεις τῶν ὑποκειμένων ἀποτελεῖσθαι. Περιεργότερον γὰρ ἀναβλέψαντες εἰς τὸν οὐρανὸν οἱ Χαλδαῖοι ἔφασαν δραστικῶν μὲν αἰτιῶν ἐπέχειν λόγον εἰς ἕκαστον τῶν καθ᾿ ἡμᾶς συμβαινόντων [ἐκβαίνειν τοὺς ἑπτὰ ἀστέρας], συνεργεῖν δὲ τὰ τῶν ἀπλανῶν ζωδίων μέρη. [Τὸν μὲν οὖν ζωδιακὸν κύκλον διαιροῦσιν εἰς μέρη] δώδεκα, ἕκαστον δὲ ζώδιον εἰς μοίρας τριάκοντα, ἑκάστην δὲ μοῖραν εἰς ἑξήκοντα λεπτά· οὕτω γὰρ καλοῦσι τὰ ἐλάχιστα καὶ τὰ ἀμερῆ. Τῶν δὲ ζωδίων τὰ μὲν ἀρρενικὰ καλοῦσι, τὰ δὲ θηλυκά· καὶ τὰ μὲν δίσωμα, τὰ δὲ οὔ· καὶ τὰ μὲν τροπικά, τὰ δὲ στερεά. Ἀρρενικὰ μὲν οὖν ἐστὶν ἤ θηλυκά, ἅπερ συνεργὸν ἔχει φύσιν πρὸς ἀρρενογονίαν [ἢ θηλυγονίαν]· Κριὸς γὰρ ἀρρενικόν ἐστι ζώδιον, Ταῦρος δὲ θηλυκόν, καὶ τὰ λοιπὰ κατὰ τὴν αὐτὴν ἀναλογίαν ἃ μὲν ἀρρενικά, ἃ δὲ θηλυκά. Ἀφ᾿ ὧν οἴομαι οἱ Πυθαγορικοὶ κινηθέντες τὴν μὲν μονάδα ἄρρεν προσαγορεύουσι, τὴν δὲ δυάδα θήλυ, τὴν δὲ τριάδα πάλιν ἄρρεν· καὶ ἀναλόγως τοὺς λοιποὺς τῶν τε ἀρτίων καὶ περισσῶν ἀριθμῶν. Ἔνιοι δὲ καὶ ἕκαστον ζώδιον εἰς δωδεκατημόρια διελόντες τῇ αὐτῇ σχεδὸν ἐφόδῳ χρῶνται, οἷον ἐπὶ Κριοῦ [τὸ μὲν πρῶτον δωδεκατημόριον αὐτοῦ Κριόν τε] καλοῦσι καὶ ἄρρεν, τὸ δὲ δεύτερον Ταῦρόν τε καὶ θῆλυ, τὸ δὲ τρίτον Διδύμους τε καὶ ἄρρεν, καὶ ἐπὶ τῶν ἄλλων μοιρῶν δὲ ὁ αὐτὸς λόγος. Δίσωμα δὲ εἶναι λέγουσι ζώδια [Διδύμους τε καὶ τὸν] διαμετροῦντα τούτοις Τοξότην, Παρθένον τε καὶ Ἰχθύας· οὐ δίσωμα δὲ τὰ λοιπά. Καὶ ὡσαύτως τροπικὰ μέν, ἐν οἷς γενόμενος ὁ ἥλιος μεταλλάσσει καὶ ποιεῖ τοῦ περιέχοντος τροπάς, οἷόν ἐστι ζώδιον ὅ τε Κριὸς καὶ ὁ τούτου διάμετρος, καθάπερ Ζυγός, Αἰγόκερώς τε καὶ Καρκίνος. Ἐν Κριῷ μὲν γὰρ ἐαρινὴ γίνεται τροπή, ἐν Αἰγοκέρῳ δὲ χειμερινή, ἐν Καρκίνῳ δὲ θερινή, ἐν Ζυγῷ δὲ φθινοπωρινή. Ταῦτα δὲ καὶ τὸν περὶ τούτων λόγον λεπτομερῶς ἐξεθέμεθα ἐν τῇ πρὸ ταύτης βίβλῳ, ὅθεν ἔστι μαθεῖν τὸν φιλομαθῆ, ὡς οἱ τῆς Περατικῆς αἱρέσεως ἀρχηγοὶ Εὐφράτης ὁ Περατικὸς καὶ Κέλβης ὁ Καρύστιος, μεταγαγόντες ὀνόματι μόνον διήλλαξαν, δυνάμει δὲ τὰ ὅμοια ἔθεντο, καὶ αὐτοὶ τῇ τέχνῃ κατακόρως προσέχοντες. Καὶ γὰρ ὅρια τῶν ἀστέρων οἱ ἀστρολόγοι λέγουσιν, ἐν οἷς μᾶλλον δύνασθαι φάσκουσι τοὺς ἄρχοντας ἀστέρας, οἷον [ἔν τισι μὲν κακοποιοῦσιν], ἔν τισι δὲ ἀγαθοποιοῦσιν, ὧν καί τινας κακοποιοὺς λέγουσι, τινὰς δὲ ἀγαθοποιούς. Ἐπιβλέπειν δὲ λέγονται ἀλλήλους καὶ συμφωνεῖν ἀλλήλοις, ὡς οἱ κατὰ τρίγωνον [ἢ τετράγωνον φαινόμενοι. Κατὰ τρίγωνον μὲν οὖν] σχηματίζονται ἐπιθεωροῦντες ἀλλήλους ἀστέρες, ἐπὶ τριῶν ζωδίων ἔχοντες τὸ μεταξὺ διάλειμμα, κατὰ τετράγωνον δὲ οἱ δυεῖν. [Ὃν δὲ τρόπον ἐν τῷ ἀνθρώπῳ] κεφαλῇ μὲν τὰ ὑποκείμενα μέρη συμπάσχειν, συμπάσχειν δὲ καὶ τοῖς ὑποκειμένοις τὴν κεφαλήν, οὕτως καὶ τοῖς ὑπερσεληναίοις τὰ ἐπίγεια. Ἀλλὰ γάρ τις ἐστὶ τούτων διαφορὰ καὶ ἀσυμπάθεια, ὡς ἂν μὴ μίαν καὶ τὴν αὐτὴν ἐχόντων ἕνωσιν. Ταύτην τὴν σύστασιν καὶ τὴν διαφορὰν τῶν ἄστρων Χαλδαϊκὴν ὑπάρχουσαν πρὸς ἑαυτοὺς ἐπισπασάμενοι οὓς προείπομεν, ἐπιψευσάμενοι τῷ τῆς ἀληθείας ὀνόματι, ὡς Χριστοῦ λόγον κατήγγειλαν αἰώνων στάσιν καὶ ἀποστασίας ἀγαθῶν δυνάμεων εἰς κακὰ καὶ συμφωνίας ἀγαθῶν μετὰ πονηρῶν προσαγορεύοντες. Καλοῦντες οὖν τοπάρχας καὶ προαστείους καὶ ἄλλα πλεῖστα ὀνόματα ἀναπλάσσοντες ἑαυτοῖς οὐχ ὑποκείμενα, ἀλλὰ τὴν τῶν ἀστρολόγων περὶ τοὺς ἀστέρας πᾶσαν φαντασίαν ἀτέχνως τεχνολογοῦντες, μεγάλης πλάνης ὑπόθεσιν ἐπεισάγοντες, ἐξελεγχθήσονται σὺν τῇ ἡμετέρᾳ ἐμμελείᾳ. Ἀντιπαραθήσω γὰρ τῇ προλελεγμένῃ τῶν ἀστρολόγων Χαλδαϊκῇ τέχνῃ ἔνια τῶν Περατικῶν συνταγμάτων, ἀφ᾿ ὧν ὑπάρξει συγκρίναντας κατανοῆσαι πῶς οἱ Περατικοὶ λόγοι τῶν ἀστρολόγων ὁμολογουμένως εἰσίν, οὐ Χριστοῦ.