Chapter 14.—Tatian
Tatian, however, similarly with Valentinus and the others, says that there are certain invisible Æons, and that by some one of these the world below has been created, and the things existing in it . And he habituates himself to a very cynical[1] mode of life, and almost in nothing differs from Marcion, as appertaining both to his slanders, and the regulations enacted concerning marriage.
Previous Chapter 13.—Monoïmus Next Chapter 15.—Marcion and Cerdo Κεφάλαιον 14 (15, 5)
Βασιλείδης δὲ καὶ αὐτὸς λέγει εἶναι θεὸν οὐκ ὄντα , πεποιημένον κόσμον ἐξ οὐκ ὄντων οὐκ ὄντα , οὐκ ὄν καταβαλλόμενόν τι σπέρμα , ὡσεὶ κόκκον σινάπεως ἔχοντα ἐν ἑαυτῷ τὸ πρέμνον , τὰ φύλλα , τοὺς κλάδους , τὸν καρπόν , ἢ ὡς ὠὸν ταοῦ ἔχον ἐν ἑαυτῷ τὴν τῶν χρωμάτων ποικίλην πληθύν· καὶ τοῦτο εἶναι φασι τὸ τοῦ κόσμου σπέρμα , ἐξ οὗ τὰ πάντα γέγονεν . Ἔχειν γὰρ ἐν ἑαυτῷ τὰ πάντα οἶον οὐκ ὄντα ὑπό [τε ] τοῦ οὐκ ὄντος θεοῦ γενέσθαι προβεβουλευμένα . Ἦν οὖν , φασίν , ἐν αὐτῷ τῷ σπέρματι υἱότης τριμερής , κατὰ πάντα τῷ οὐκ ὄντι θεῷ ὁμοούσιος , γεννητὴ ἐξ οὐκ ὄντων . Ταύτης τῆς υἱότητος τριχῆ διῃρημένης τὸ μέν τι ἤν λεπτομερές , τὸ δὲ παχυμερές , τὸ δὲ ἀποκαθάρσεως δεόμενον . Τὸ μὲν οὖν λεπτομερὲς εὐθέως πρῶτον ἅμα τῷ γενέσθαι τοῦ σπέρματος τὴν πρώτην καταβολὴν ὑπὸ τοῦ οὐκ ὄντος διέσφυξε καὶ ἀνῆλθεν ἄνω , καὶ ἐγένετο πρὸς τὸν οὐκ ὄντα· ἐκείνου γὰρ πᾶσα φύσις ὀρέγεται δι᾿ ὑπερβολὴν κάλλους , ἄλλη δὲ ἄλλως . Ἡ δὲ παχυμερεστέρα ἔτι μένουσα ἐν τῷ σπέρματι , μιμητική τις οὖσα , ἀναδραμεῖν μὲν οὐκ ἠδυνήθη (πολὺ γὰρ ἐνδεεστέρα ἦν τῆς λεπτομεροῦς ), ἀνεπτέρωσε δὲ αὐτὴν τῷ πνεύματι τῷ ἁγίῳ· τοῦτο γὰρ εὐεργετεῖ ἡ υἱότης ἐνδυσαμένη καὶ εὐεργετεῖται . Ἡ δὲ τρίτη υἱότης ἀποκαθάρσεως δεῖται· αὕτη μεμένηκεν ἐν τῷ τῆς πανσπερμίας σωρῷ , καὶ αὐτὴ εὐεργετοῦσα καὶ εὐεργετουμένη . Εἶναι δέ τι καλούμενον κόσμον , τὸ δὲ ὑπερκόσμια· διαιρεῖται γὰρ ὑπ᾿ αὐτοῦ [τὰ ὄντα ] εἰς δύο τὰς πρώτας διαιρέσεις . Τὸ δὲ τούτων μέσον καλεῖ μεθόριον πνεῦμα ἅγιον , ἔχον τὴν ὀσμὴν τῆς υἱότητος . Ἀπὸ τῆς πανσπερμίας τοῦ σωροῦ τοῦ κοσμικοῦ σπέρματος διέσφυξε καὶ ἐγεννήθη ὁ μέγας ἄρχων , ἡ κεφαλὴ τοῦ κόσμου , κάλλει καὶ μεγέθει ἀνεκλαλήτῳ . Οὗτος ὑψώσας ἑαυτὸν ἄχρι τοῦ στερεώματος ᾠήθη μὴ εἶναι ἑαυτοῦ ἐπάνω ἕτερον , καὶ ἐγένετο πάντων τῶν ὑποκειμένων φωτεινότερος καὶ δυνατώτερος πλὴν τῆς ὑπολελειμμένης υἱότητος , ἥν ἠγνόει οὖσαν αὐτοῦ σοφωτέραν . Οὗτος οὖν τραπεὶς ἐπὶ τὴν τοῦ κόσμου δημιουργίαν πρῶτον γεννᾷ υἱὸν αὐτῷ αὐτοῦ κρείττονα , καὶ τοῦτον ἐκ δεξιῶν αὐτοῦ ἐκάθισε· καὶ ταύτην οὗτοι φάσκουσι τὴν ὀγδοάδα . Αὐτὸς οὗν τὴν οὐράνιον κτίσιν ἅπασαν ἐργάζεται . Ἕτερος δὲ ἄρχων ἀπὸ τῆς πανσπερμίας ἀνέβη , μείζων μὲν πάντων τῶν ὑποκειμένων χωρὶς τῆς ἐγκαταλελειμμένης υἱότητος , πολὺ δὲ ἐλάττων τοῦ προτέρου , ὃν καλοῦσιν ἑβδομάδα Αὐτός ἐστι πάντων τῶν ὑφ᾿ αὑτὸν ποιητὴς καὶ δημιουργὸς καὶ διοικητής· καὶ οὗτος ἑαυτῷ ἐποίησεν υἱὸν φρονιμώτερον καὶ σοφώτερον . Ταῦτα δὲ πάντα κατὰ προλογισμὸν εἶναι ἐκείνου τοῦ οὐκ ὄντος λέγουσιν , εἶναι δὲ κόσμους καὶ διαστήματα ἄπειρα . [Ἐπὶ ] τὸν δὲ Ἰησοῦν τὸν ἐκ Μαρίας κεχωρηκέναι τὴν εὐαγγελίου δύναμιν , τὴν κατελθοῦσαν καὶ φωτίσασαν τόν τε τῆς ὀγδοάδος υἱὸν καὶ [τὸν ] τῆς ἑβδομάδος , ἐπὶ τῷ φωτίσαι καὶ φυλοκρινῆσαι καὶ καθαρίσαι τὴν καταλελειμμένην υἱότητα εἰς τὸ εὐεργετεῖν τὰς ψυχὰς καὶ εὐεργετεῖσθαι . Καὶ αὐτοὺς εἶναι υἱούς φασιν , οἳ τούτου χάριν εἰσὶν ἐν κόσμῳ , ἵνα διδάξαντες τὰς ψυχὰς καθαρίσωσι καὶ ἅμα τῇ υἱότητι ἀνέλθωσι πρὸς τὸν ἄνω πατέρα , οὗ ἡ πρώτη ἐχώρησεν υἱότης· καὶ ἕως τούτου συνεστάναι φάσκουσι τὸν κόσμον , ἕως πᾶσαι αἱ ψυχαὶ ἅμα τῇ υἱότητι χωρήσωσι . Ταῦτα δὲ καὶ Βασιλείδης τερατολογῶν οὐκ αἰσχύνεται .