Κεφάλαιον 17 (18, 2)
Ἔστιν οὖν κατὰ τὸν Σίμωνα τὸ μακάριον καὶ ἄφθαρτον ἐκεῖνο ἐν παντὶ κεκρυμμένον δυνάμει, οὐκ ἐνεργείᾳ, ὅπερ ἐστὶν ὁ ἑστώς, στάς, στησόμενος, ἑστὼς ἄνω, ἐν τῇ ἀγεννήτῳ δυνάμει, στὰς κάτω, ἐν τῇ ῥοῇ τῶν ὑδάτων ἐν εἰκόνι γεννηθείς, στησόμενος ἄνω, παρὰ τὴν μακαρίαν ἀπέραντον δύναμιν ἐὰν ἐξεικονισθῇ. Τρεῖς γὰρ, φησίν, εἰσίν ἑστῶτες, καὶ ἄνευ τοῦ τρεῖς εἷναι ἑστῶτας αἰῶνας οὐ κοσμεῖται ὁ γέννητος ὁ κατ᾿ αὐτοὺς ἐπὶ τοῦ ὕδατος φερόμενος, ὁ καθ᾿ ὁμοίωσιν ἀναπεπλασμένος τέλειος ἐπ[ουράνιος], κατ᾿ οὐδεμίαν ἐπίνοιαν ἐνδεέστερος τῆς ἀγεννήτου δυνάμεως γενόμενος, τουτέστιν ὃ λέγουσιν· ἐγὼ καὶ σὺ ἕν, πρὸ ἐμοῦ σύ, τὸ μετὰ σὲ ἐγώ. Αὕτη, φησίν, ἐστὶ δύναμις μία, διῃρημένη ἄνω, κάτω, αὐτὴν γεννῶσα, αὐτὴν αὔξουσα, αὐτὴν ζητοῦσα, αὐτὴν εὑρίσκουσα, αὐτῆς μήτηρ οὖσα, αὐτῆς πατήρ, αὐτῆς ἀδελφή, αὐτῆς σύζυγος, αὐτῆς θυγάτηρ, αὐτῆς υἱός, μήτρη, πατήρ, ἕν, οὖσα ῥίζα τῶν ὅλων.
Καὶ ὅτι, φησίν, ἀπὸ πυρὸς ἡ ἀρχὴ τῆς γενέσεως ἐστὶ τῶν γεννωμένων, τοιοῦτον κατανόει τινὰ τρόπον. Πάντων, ὅσων γένεσίς ἐστιν, ἀπὸ πυρὸς ἡ ἀρχὴ τῆς ἐπιθυμίας τῆς γενέσεως γίνεται. Τοιγαροῦν πυροῦσθαι τὸ ἐπιθυμεῖν τῆς μεταβλητῆς γενέσεως ὀνομάζεται. Ἓν δὲ ὂν τὸ πῦρ τροπάς στρέφεται δύο. Στρέφεται γὰρ, φησίν, ἐν τῷ ἀνδρὶ τὸ αἷμα, καὶ θερμὸν καὶ ξανθὸν ὡς πῦρ τυπούμενον, εἰς σπέρμα, ἐν δὲ τῇ γυναικὶ τὸ αὐτὸ τοῦτο αἷμα εἰς γάλα. Καὶ γίνεται ἡ τοῦ ἄρρενος τροπὴ γένεσις, ἡ δὲ τῆς θηλείας τροπὴ τροφὴ τῷ γεννωμένῳ. Αὔτη, φησίν, ἐστὶν ἡ φλογίνη ῥομφαία ἡ στρεφομένη φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς. Στρέφεται γὰρ τὸ αἷμα εἰς σπέρμα καὶ γάλα, καὶ γίνεται ἡ δύναμις αὕτη μήτηρ καὶ πατήρ, πατὴρ τῶν γινομένων, καὶ αὔξησις τῶν τρεφομένων, ἀπροσδεής, αὐτάρκης. Φυλάσσεται δὲ, φησῖ, τὸ ξύλον τῆς ζωῆς διὰ τῆς στρεφομένης φλογίνης ῥομφαίας, ὡς εἰρήκαμεν, ἡ δύναμις ἡ ἑβδόμη ἡ ἐξ αὐτῆς, ἡ πάντας ἔχουσα, ἡ ἐν ταῖς ἓξ κατακειμένη δυνάμεσιν. Ἐὰν γὰρ μὴ στρέφηται ἡ φλογίνη ῥομφαία, φθαρήσεται καὶ ἀπολεῖται τὸ καλὸν ἐκεῖνο ξύλον· ἐὰν δὲ στρέφηται εἰς σπέρμα καὶ γάλα, ὁ δυνάμει ἐν τούτοις κατακείμενος λόγου τοῦ προσήκοντος καὶ τόπου κυρίου, ἐν ᾧ γεννᾶται λόγος, τυχών, ἀρξάμενος ὡς ἀπὸ σπινθῆρος ἐλαχίστου, παντελῶς μεγαλυνθήσεται καὶ αὐξήσει καὶ ἔσται δύναμις ἀπέραντος, ἀπαράλλακτος, [ἴση καὶ ὁμοία] αἰῶνι ἀπαραλλάκτῳ μηκέτι γινομένῳ εἰς τὸν ἀπέραντον αἰῶνα.