Κεφάλαιον 19 (20)
Ἴδωμεν οὖν τί λέγουσιν οἱ Σηθιανοί. Τούτοις δοκεῖ τῶν ὅλων εἶναι τρεῖς ἀρχὰς περιωρισμένας, ἑκάστην δὲ τῶν ἀρχῶν ἀπείρους ἔχειν δυνάμεις. Δυνάμεις δ᾿ αὐτῶν λεγόντων λογιζέσθω ὁ ἀκούων τοῦτο αὐτοὺς λέγειν· Πᾶν ὅ τι νοήσει ἐπινοεῖς ἢ καὶ παραλείπεις μὴ νοηθέν, τοῦτο ἑκάστη τῶν ἀρχῶν πέφυκε γενέσθαι, ὡς ἐν ἀνθρωπίνῃ ψυχῇ πᾶσα ἡτισοῦν διδασκομένη τέχνη· οἱονεὶ, φησί, γενήσεται τοῦτο τὸ παιδίον αὐλητής, ἐγχρονίσαν αὐλητῇ, ἢ γεωμέτρης γεωμέτρῃ, γραμματικῷ γραμματικός, τέκτων τέκτονι, καὶ ταῖς ἄλλαις ἁπάσαις τέχναις ἐγγὺς γινόμενον ὁμοίως συμβήσεται. Αἱ δὲ τῶν ἀρχῶν, φησίν, οὐσίαι φῶς καὶ σκότος· τούτων δέ ἐστιν ἐν μέσῳ πνεῦμα ἀκέραιον· τὸ δὲ πνεῦμα τὸ τεταγμένον ἐν μέσῳ τοῦ σκότους, ὅπερ ἐστὶ κάτω, καὶ τοῦ φωτός, ὅπερ ἐστὶν ἄνω, οὐκ ἔστι πνεῦμα, ὡς ἀνέμου ῥιπὴ ἢ λεπτή τις αὔρα νοηθῆναι δυναμένη, ἀλλ᾿ οἱονεὶ μύρου τις ὀσμὴ ἢ θυμιάματος ἐκ συνθέσεως κατεσκευασμένου λεπτή, διοδεύουσα δύναμις ἀνεπινοήτῳ τινὶ καὶ κρείττονι ἢ λόγῳ ἔστιν ἐξειπεῖν φορᾷ εὐωδίας. Ἐπειδὴ δὲ ἄνω ἐστὶ τὸ φῶς καὶ κάτω [τὸ] σκότος, καὶ τούτων, ὡς ἔφην, τοιοῦτον τρόπον μέσον τὸ πνεῦμα, τὸ δὲ φῶς πέφυκε καθάπερ ἀκτὶς ἡλίου ἄνωθεν ἐλλάμπειν εἰς τὸ ὑποκείμενον σκότος, ἀνάπαλιν δὲ ἡ τοῦ πνεύματος εὐωδία μέσην ἔχουσα τάξιν ἐκτείνεται καὶ φέρεται πανταχῆ, ὡς ἐπὶ τῶν ἐν πυρὶ θυμιαμάτων τὴν εὐωδίαν πανταχῆ φερομένην ἐπεγνώκαμεν· τοιαύτης δὲ οὔσης τῆς δυνάμεως τῶν διῃρημένων τριχῶς, τοῦ πνεύματος καὶ τοῦ φωτὸς ὁμοῦ ἡ δύναμίς ἐστιν ἐν τῷ σκότει τῷ κάτωθεν αὐτῶν τεταγμένῳ. Τὸ δὲ σκότος ὕδωρ ἐστὶ φοβερόν, εἰς ὃ κατέσπασται καὶ μετενήνεκται εἰς τὴν τοιαύτην φύσιν μετὰ τοῦ πνεύματος τὸ φῶς. Τὸ δὲ σκότος ἀσύνετον οὐκ ἐστίν, ἀλλὰ φρόνιμον παντελῶς, καὶ οἶδεν ὄτι, ἂν ἀπαρθῇ τὸ φῶς ἀπὸ τοῦ σκότους, μένει τὸ σκότος ἔρημον, ἀφανές, ἀλαμπές, ἀδύναμον, ἄπρακτον, ἀσθενές. Διὸ πάσῃ φρονήσει καὶ συνέσει βιάζεται κατέχειν εἰς ἑαυτὸ τὴν λαμπηδόνα καὶ τὸν σπινθῆρα τοῦ φωτὸς μετὰ τῆς τοῦ πνεύματος εὐωδίας. Καὶ τούτων ἔστιν ἰδεῖν τῆς φύσεως εἰκόνα κατὰ πρόσωπον ἀνθρώπου, κόρην ὀφθαλμοῦ, σκοτεινὴν ἐκ τῶν ὑποκειμένων ὑδάτων, πεφωτισμένην πνεύματι. Ὡς οὗν ἀντιποιεῖται τὸ σκότος τῆς λαμπηδόνος, ἵνα ἔχῃ τὸν σπινθῆρα δουλεύοντα καὶ βλέπῃ, οὕτως ἀντιποιεῖται τὸ φῶς καὶ τὸ πνεῦμα τῆς δυνάμεως τῆς ἑαυτῶν· καὶ σπεύδουσιν ἆραι καὶ ἀνακομίσασθαι πρὸς ἑαυτὰ τὰς μεμιγμένας αὐτῶν δυνάμεις εἰς τὸ ὑποκείμενον ὕδωρ σκοτεινὸν καὶ φοβερόν. Πᾶσαι δὲ αἱ δυνάμεις τῶν τριῶν ἀρχῶν οὖσαι κατ᾿ ἀριθμὸν ἀπειράκις ἄπειροι εἰσὶν ἑκάστη κατὰ τὴν οὐσίαν τὴν ἑαυτῆς φρόνιμοι καὶ νοεραί· ἀναρίθμητοι δὲ τὸ πλῆθος, φρόνιμοί τε οὖσαι καὶ νοεραί, ἐπειδὰν μένωσι κατ᾿ αὐτάς, ἡσυχάζουσι πᾶσαι· ἐὰν δὲ πλησιάσῃ δύναμις δυνάμει, ἡ ἀνομοιότης τῆς παραθέσεως ἐργάζεται κίνησίν τινα καὶ ἐνέργειαν ἀπὸ τῆς κινήσεως μεμορφωμένην κατὰ τὴν συνδρομὴν τῆς παραθέσεως τῶν συνελθουσῶν δυνάμεων. Γίνεται γὰρ τῶν δυνάμεων ἡ συνδρομὴ οἱονεί τις τύπος σφραγῖδος κατὰ συνδρομὴν ἀποπληγεὶς παραπλησίως πρὸς τὸν ἐκτυποῦντα τὰς ἀναφερομένας οὐσίας. Ἐπεὶ οὖν ἄπειροι μὲν κατ᾿ ἀριθμὸν τῶν τριῶν ἀρχῶν αἱ δυνάμεις, ἐκ δὲ τῶν ἀπείρων δυνάμεων ἄπειροι συνδρομαί, ἀναγκαίως γεγόνασιν ἀπείρων σφραγίδων εἰκόνες. Αὗται οὖν εἰσὶν αἱ εἰκόνες αἱ τῶν διαφόρων ζῴων ἰδέαι. Γέγονεν οὖν ἐκ πρώτης τῶν τριῶν ἀρχῶν συνδρομῆς μεγάλης μεγάλη τις ἰδέα σφραγῖδος, οὐρανὸς καὶ γῆ. Σχῆμα δὲ ἔχουσιν ὁ οὐρανὸς καὶ ἡ γῆ μήτρᾳ παραπλήσιον τὸν ὀμφαλὸν ἐχούσῃ μέσον, καὶ εἰ, φησίν, ὑπὸ ὄψιν ἀγαγεῖν θέλει τις τὸ σχῆμα τοῦτο, ἔγκυον μήτραν ὁποίου βούλεται ζῴου τεχνικῶς ἐρευνησάτω, καὶ εὑρήσει τὸ ἐκτυπωμα τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῶν ἐν μέσῳ πάντων ἀπαραλλάκτως ὑποκειμένων· γέγονε δὲ οὐρανοῦ καὶ γῆς τὸ σχῆμα τοιοῦτον οἱονεὶ μήτρᾳ παραπλήσιον κατὰ τὴν πρώτην συνδρομήν. Ἐν δ᾿ αὖ τῷ μέσῳ τοῦ οὐρανοῦ καὶ τῆς γῆς γεγόνασιν ἄπειροι δυνάμεων συνδρομαί. Καὶ ἑκάστη συνδρομὴ οὐκ ἄλλο τι εἰργάσατο καὶ ἐξετύπωσεν ἢ σφραγῖδα οὐρανοῦ καὶ γῆς παραπλήσιον μήτρᾳ. Ἐν αὖ γῇ δὲ ἀνέφυσαν ἐκ τῶν ἀπείρων σφραγίδων διαφόρων ζῴων ἄπειρα πλήθη. Εἰς δὲ ταύτην πᾶσαν τὴν ὑπὸ τὸν οὐρανὸν ἐν τοῖς διαφόροις ζῴοις ἀπειρίαν κατέσπαρται καὶ καταμεμέρισται μετὰ τοῦ φωτὸς ἡ τοῦ πνεύματος ἄνωθεν εὐωδία. Γέγονεν οὖν ἐκ τοῦ ὕδατος πρωτόγονος ἀρχὴ ἄνεμος σφοδρὸς καὶ λάβρος καὶ πάσης γενέσεως αἴτιος. Βρασμὸν γάρ τινα ἐμποιῶν τοῖς ὕδασιν ἀπὸ τῶν ὑδάτων διεγείρει κύματα· ἡ δὲ τῶν κυμάτων κίνησις, οἱονεί τις οὖσα ὁρμὴ . . . . . ἐγκύμονα γεγονέναι τοῦ ἀνθρώπου ἢ τοῦ νοῦ, ὁπόταν ὑπὸ τῆς τοῦ πνεύματος ὁρμῆς ὀργήσασα ἐπείγηται. Ἐπὰν δὲ τοῦτο τὸ ὑπὸ τοῦ ἀνέμου κῦμα ἐκ τοῦ ὕδατος ἐγερθὲν καὶ ἔγκυμον εἰργασμένον τὴν φύσιν γέννημα θηλείας εἰλήφῃ ἐν ἑαυτῷ, κατέχει τὸ κατεσπαρμένον φῶς ἄνωθεν μετὰ τῆς τοῦ πνεύματος εὐωδίας, τουτέστι νοῦν μεμορφωμένον ἐν τοῖς διαφόροις εἴδεσιν, ὅ ἐστι τέλειος θεός, ὃς ἐξ ἀγεννήτου φωτὸς ἄνωθεν καὶ πνεύματος κατενηνεγμένος εἰς ἀνθρωπίνην φύσιν, ὥσπερ εἰς ναόν, φορᾷ φύσεως καὶ ἀνέμου κινήματι, γεννηθεὶς ἐξ ὕδατος, συγκεκραμένος καὶ καταμεμιγμένος τοῖς σώμασιν οἱονεὶ ἅλας τῶν γενομένων ὑπάρχων καὶ φῶς τοῦ σκότους, ἀπὸ τῶν σωμάτων σπεύδων λυθῆναι καὶ μὴ δυνάμενος τὴν λύσιν εὑρεῖν καὶ τὴν διέξοδον ἑαυτοῦ· καταμέμικται γὰρ σπινθήρ τις ἐλάχιστος ἀπ . . . ᾀσμα ἄνωθεν ἀ . . . . . νος δίκην ἐν τὸ . . . λυσυγκρίτοις πολλῶν, ὡς, φησίν, ἐν τῷ ψαλμῷ λέγει. Πᾶσα οὗν φροντὶς καὶ ἐπιμέλεια τοῦ φωτὸς ἄνωθεν ἐστί, πῶς καὶ τίνα τρόπον ἀπὸ τοῦ θανάτου τοῦ πονηροῦ καὶ σκοτεινοῦ σώματος ἀπολυθείη ὁ νοῦς ἀπὸ τοῦ πατρὸς τοῦ κάτωθεν, ὅ ἐστιν ὁ ἄνεμος ἐν βρασμῷ καὶ ταράχῳ ἐπεγείρας κύματα καὶ γεννήσας νοῦν τέλειον υἱὸν ἑαυτοῦ, οὐκ ὄντα ἴδιον ἑαυτοῦ κατ᾿ οὐσίαν. Ἄνωθεν γὰρ ἦν ἀκτὶς ἀπὸ τοῦ τελείου φωτὸς ἐκείνου, ἐν τῷ σκοτεινῷ καὶ φοβερῷ καὶ πικρῷ καὶ μιαρῷ ὕδατι κεκρατημένος, ὅπερ ἐστὶ πνεῦμα φωτεινὸν ἐπιφερόμενον ἐπάνω τοῦ ὕδατος· ἐπεὶ οὖν . . . . . . ημάτων κύματα . . . διαφόροις γ . . . . . . εσι μήτρα τίς . . . κατεσπαρμέν . . . ὡς ἐπὶ πάντων τῶν ζῴων θεωρεῖται. Ὁ δὲ ἄνεμος λάβρος ὁμοῦ καὶ σφοδρὸς φερόμενός ἐστι τῷ συρίγματι ὄφει παραπλήσιος. Πρῶτον οὖν ἀπὸ τοῦ ἀνέμου, τουτέστιν ἀπὸ τοῦ ὄφεως, ἡ ἀρχὴ τῆς γεννήσεως τὸν εἰρημένον τρόπον γέγονε, πάντων ὁμοῦ τὴν ἀρχὴν τῆς γεννήσεως εἰληφότων. Ἐπεὶ οὖν κατείληπται τὸ φῶς καὶ τὸ πνεῦμα εἰς τὴν ἀκάθαρτον, φησί, καὶ πολυπήμονα μήτραν ἄτακτον, εἴσω ὁ ὄφις εἰσερχόμενος, ὁ ἄνεμος τοῦ σκότους, ὁ πρωτόγονος τῶν ὑδάτων, γεννᾷ τὸν ἄνθρωπον, καὶ ἄλλο οὐδὲν εἶδος οὔτε ἀγαπᾷ οὔτε γνωρίζει ἡ ἀκάθαρτος μήτρα. Ὁμοιωθεὶς οὖν ὁ ἄνωθεν τοῦ φωτὸς τέλειος λόγος τῷ θηρίῳ τῷ ὄφει, εἰσῆλθεν εἰς τὴν ἀκάθαρτον μήτραν, ἐξαπατήσας αὐτὴν τοῦ θηρίου τῷ ὁμοιώματι, ἵνα λύσῃ τὰ δεσμὰ τὰ περικείμενα τῷ τελείῳ νοῒ τῷ γεννωμένῳ ἐν ἀκαθαρσίᾳ μήτρας ὑπὸ τοῦ πρωτοτόκου τοῦ ὕδατος, ὄφεως, ἀνέμου. Θηρίου αὕτη, φησίν, ἐστὶν ἡ τοῦ δούλου μορφή, καὶ αὕτη ἡ ἀνάγκη τοῦ κατελθεῖν τὸν λόγον τοῦ θεοῦ εἰς μήτραν παρθένου. Ἀλλ᾿ οὐκ ἔστι, φησίν, ἀρκετὸν τὸ εἰσεληλυθέναι τὸν τέλειον ἄνθρωπον, λόγον, εἰς μήτραν παρθένου καὶ λῦσαι τὰς ὠδῖνας τὰς ἐν ἐκείνῳ τῷ σκότει· ἀλλὰ γὰρ μετὰ τὸ τὰ ἐν μήτρᾳ μυστήρια μυσαρὰ εἰσελθεῖν ἀπελούσατο καὶ ἔπιε τὸ ποτήριον ζῶντος ὕδατος ἁλλομένου, ὃ δεῖ πάντως πιεῖν τὸν μέλλοντα ἀποδιδύσκεσθαι τὴν δουλικὴν μορφὴν καὶ ἐπενδύσασθαι ἔνδυμα οὐράνιον.