Κεφάλαιον 20
Ἀριστοτέλης τούτου γενόμενος ἀκροατὴς εἰς τέχνην τὴν φιλοσοφίαν ἤγαγεν, καὶ λογικώτερος ἐγένετο, τὰ μὲν στοιχεῖα τῶν πάντων ὑποθέμενος οὐσίαν καὶ συμβεβηκός· τὴν μὲν οὐσίαν μίαν τὴν πᾶσιν ὑποκειμένην, τὰ δὲ συμβεβηκότα ἐννέα· ποσόν, ποιόν, πρὸς τί, ποῦ, πότε, ἔχειν, κεῖσθαι, ποιεῖν, πάσχειν· τὴν μὲν οὗν οὐσίαν τοιαύτην εἶναι, οἷον θεόν, ἄνθρωπον καὶ ἕκαστον τῶν τῷ ὁμοίῳ λόγῳ ὑποπεσεῖν δυναμένων. Περὶ δὲ τὰ συμβεβηκότα θεωρεῖται τὸ μὲν ποιόν, οἷον λευκόν, μέλαν· τὸ δὲ ποσόν, οἷον δίπηχυ, τρίπηχυ· τὸ δὲ πρὸς τί, οἷον πατήρ, υἱός· τὸ δὲ ποῦ, οἷον Ἀθήνησι, Μεγαροῖ· τὸ δὲ πότε, οἷον ἐπὶ τῆς δεκάτης ὀλυμπιάδος· τὸ δὲ ἔχειν, οἷον κεκτῆσθαι· τὸ δὲ ποιεῖν, οἷον γράφειν καὶ ὅλως ἐνεργεῖν τι· τὸ δὲ κεῖσθαι, οἷον κατακεῖσθαι· τὸ δὲ πάσχειν, οἷον τύπτεσθαι. Ὑποτίθεται καὶ αὐτὸς τὰ μὲν μεσότητα ἔχειν, τὰ δὲ ἄμεσα εἶναι, ὡς εἴπομεν καὶ περὶ τοῦ Πλάτωνος. Καὶ σχεδὸν τὰ πλεῖστα τῷ Πλάτωνι σύμφωνός ἐστι πλὴν τοῦ περὶ ψυχῆς δόγματος. Ὁ μὲν γὰρ Πλάτων ἀθάνατον, ὁ δὲ Ἀριστοτέλης ἐπιδιαμένειν καὶ μετὰ ταῦτα καὶ ταύτην ἐναφανίζεσθαι τῷ πέμπτῳ σώματι, ὃ ὑποτίθεται εἶναι μετὰ τῶν ἄλλων τεσσάρων, τοῦ τε πυρὸς καὶ τῆς γῆς καὶ τοῦ ὕδατος καὶ τοῦ ἀέρος λεπτότερον, οἷον πνεῦμα. Ὁ μὲν οὗν Πλάτων μόνα ἀγαθὰ ὄντως τὰ περὶ ψυχὴν εἷναί φησιν, καὶ ἀρκεῖν πρὸς τὴν εὐδαιμονίαν. Ὁ δὲ Ἀριστοτέλης τριγένειαν τῶν ἀγαθῶν εἰσάγει, καὶ λέγει μὴ εἶναι τέλειον τὸν σοφόν, ἐὰν μὴ παρῇ αὐτῷ καὶ τὰ τοῦ σώματος ἀγαθὰ καὶ τὰ ἐκτός, ἄ ἐστι κάλλος, ἰσχύς, εὐαισθησία, ἀρτιότης· τὰ δὲ ἐκτός, πλοῦτος, εὐγένεια, δόξα, δύναμις, εἰρήνη, φιλία. Τὰ δὲ ἐντὸς περὶ ψυχὴν καθὼς καὶ Πλάτωνι ἔδοξε, φρόνησιν, σωφροσύνην, δικαιοσύνην, ἀνδρείαν. Τὰ δὲ κακά φησι καὶ οὗτος κατ᾿ ἐναντίωσιν τῶν ἀγαθῶν γενέσθαι, καὶ εἶναι ὑπὸ τὸν περὶ σελήνην τόπον, ὑπὲρ δὲ σελήνην μηκέτι. Τὴν δὲ ψυχὴν τὴν μὲν ὅλου τοῦ κόσμου ἀθάνατον εἶναι, καὶ αὐτὸν τὸν κόσμον ἀΐδιον, τὴν δὲ καθ᾿ ἕκαστον, ὡς προείπομεν, ἀφανίζεσθαι. Οὗτος μὲν οὖν ἐν τῷ Λυκείῳ ποιούμενος τὰς διατριβὰς ἐφιλοσόφει· ὁ δὲ Ζήνων ἐν τῇ ποικίλῃ στοᾷ. Ἐκτήσαντο δὲ οἱ μὲν ἀπὸ τοῦ Ζήνωνος ἀπὸ τοῦ τόπου τὸ ὄνομα, τουτέστιν ἀπὸ τῆς στοᾶς Στωϊκοὶ κληθέντες· οἱ δὲ ἀπὸ τοῦ Ἀριστοτέλους ἀπὸ τοῦ ἔργου. Ἐπειδὴ γὰρ περιπατοῦντες ἐν τῷ Λυκείῳ ἐζήτουν, διὰ τοῦτο Περιπατητικοὶ ἐκλήθησαν. ταῦτα μὲν οὖν καὶ ὁ Ἀριστοτέλης.