Κεφάλαιον 22 (23, 3)
Πάντα οὖν, ὅσα ἐστὶν εἰπεῖν καὶ ἔτι μὴ εὑρόντα παραλιπεῖν, ὅσα τῷ μέλλοντι κόσμῳ γενέσθαι ἀπὸ τοῦ σπέρματος ἔμελλεν ἁρμόζειν, ἀναγκαίοις καιροῖς ἰδίως κατὰ προσθήκην αὐξανόμενα, ὡς ὑπὸ τηλικούτου καὶ τοιούτου θεοῦ, ὁποῖον οὐκ εἰπεῖν οὐδὲ νοήσει δυνατὴ γέγονε χωρῆσαι ἡ κτίσις, [καὶ] ἐνυπῆρχε τεθησαυρισμένα τῷ σπέρματι, καθάπερ νεογενεῖ παιδίῳ ὀδόντας ὕστερον ὁρῶμεν καὶ πατρικὴν προσγενέσθαι οὐσίαν καὶ φρένας καὶ ὅσα παραυξανομένῳ ἐκ νέου κατὰ μικρὸν ἀνθρώπῳ ἃ μὴ πρότερον ἦν γίνεται. Ἐπεὶ δὲ ἦν ἄπορον εἰπεῖν προβολήν τινα τοῦ μὴ ὄντος θεοῦ γεγονέναι τι οὐκ ὄν,—φεύγει γὰρ πάνυ καὶ δέδοικε τὰς κατὰ προβολὴν τῶν γεγονότων οὐσίας ὁ Βασιλείδης—ποίας γὰρ προβολῆς χρεία, ἢ ποίας ὕλης ὑπόθεσις, ἵνα κόσμον θεὸς ἐργάσηται, καθάπερ ὁ ἀράχνης τὰ μηρύματα, ἢ θνητὸς ἄνθρωπος χαλκὸν ἢ ξύλον ἤ τι τῶν τῆς ὕλης μερῶν ἐργαζόμενος λαμβάνει; Ἀλλὰ εἶπε, φησί, καὶ ἐγένετο, καὶ τοῦτό ἐστιν, ὡς λέγουσιν οἱ ἄνδρες οὗτοι, τὸ λεχθὲν ὑπὸ Μωσέως· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. Πόθεν, φησί, γέγονε τὸ φῶς; ἐξ οὐδενός· οὐ γὰρ γέγραπται, φησί, πόθεν, ἀλλ᾿ αὐτὸ μόνον ἐκ τῆς φωνῆς τοῦ λέγοντος, ὁ δὲ λέγων, φησίν, οὐκ ἧν, οὐδὲ τὸ γενόμενον ἦν. Γέγονε, φησίν, ἐξ οὐκ ὄντων τὸ σπέρμα τοῦ κόσμου, ὁ λόγος ὁ λεχθείς· γενηθήτω φῶς, καὶ τοῦτο, φησίν, ἔστι τὸ λεγόμενον ἐν τοῖς εὐαγγελίοις· Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Λαμβάνει τὰς ἀρχὰς ἀπὸ τοῦ σπέρματος ἐκείνου καὶ φωτίζεται. Τοῦτό ἐστι τὸ σπέρμα, ὃ ἔχει ἐν ἑαυτῷ πᾶσαν τὴν πανσπερμίαν, ὅ φησιν Ἀριστοτέλης γένος εἶναι εἰς ἀπείρους τεμνόμενον ἰδέας, ὡς τέμνομεν ἀπὸ τοῦ ζῴου βοῦν, ἵππον, ἄνθρωπον, ὅπερ ἐστὶν οὐκ ὄν. Ὑποκειμένου τοίνυν τοῦ κοσμικοῦ σπέρματος, ἐκεῖνοι λέγουσιν· ὅ, τι ἂν λέγω, φησίν, μετὰ ταῦτα γεγονέναι, μὴ ἐπιζήτει πόθεν. Εἶχε γὰρ πάντα τὰ σπέρματα ἐν ἑαυτῷ τεθησαυρισμένα καὶ κατακείμενα, οἷον οὐκ ὄντα, ὑπό τε τοῦ οὐκ ὄντος θεοῦ γενέσθαι προβεβουλευμένα. Ἴδωμεν οὖν, τί λέγουσι πρῶτον ἢ τί δεύτερον ἢ τί τρίτον τὸ ἀπὸ τοῦ σπέρματος τοῦ κοσμικοῦ γεγενημένον. Ἦν, φησίν, ἐν αὐτῷ τῷ σπέρματι υἱότης τριμερής, κατὰ πάντα τῷ οὐκ ὄντι θεῷ ὁμοούσιος, γενητὴ ἐξ οὐκ ὄντων. Ταύτης τῆς υἱότητος τῆς τριχῆ διῃρημένης τὸ μέν τι ἦν λεπτομερές, τὸ δὲ [παχυμερές, τὸ δὲ] ἀποκαθάρσεως δεόμενον. Τὸ μὲν οὖν λεπτομερὲς εὐθέως πρῶτον ἅμα τῷ γενέσθαι τοῦ σπέρματος τὴν πρώτην καταβολὴν ὑπὸ τοῦ οὐκ ὄντος διέσφυξε καὶ ἀνῆλθε καὶ ἀνέδραμε κάτωθεν ἄνω, ποιητικῷ τινὶ χρησάμενον τάχει ὡσεὶ πτερὸν ἠὲ νόημα, καὶ ἐγένετο, φησί, πρὸς τὸν οὐκ ὄντα· ἐκείνου γὰρ δι᾿ ὑπερβολὴν κάλλους καὶ ὡραιότητος πᾶσα φύσις ὀρέγεται, ἄλλη δὲ ἄλλως. Ἡ δὲ παχυμερεστέρα ἔτι μένουσα ἐν τῷ σπέρματι, μιμητική τις οὖσα, ἀναδραμεῖν μὲν οὐκ ἠδυνήθη· πολὺ γὰρ ἐνδεεστέρα τῆς λεπτομερείας, ἧς εἶχεν ἡ δι᾿ αὐτῆς υἱότης ἀναδραμοῦσα, ἀπελείπετο. Ἐπτέρωσεν οὖν αὐτὴν ἡ υἱότης ἡ παχυμερεστέρα τοιούτῳ τινὶ πτερῷ, ὁποίῳ διδάσκαλος ὦν Πλάτων Ἀριστοτέλους ἐν Φαίδρῳ τὴν ψυχὴν πτεροῖ, καὶ καλεῖ τὸ τοιοῦτο Βασιλείδης οὐ πτερόν, ἀλλὰ πνεῦμα ἅγιον, ὃ εὐεργετεῖ ἡ υἱότης ἐνδυσαμένη καὶ εὐεργετεῖται. Εὐεργετεῖ μέν, ὅτι καθάπερ ὄρνιθος πτερὸν αὐτὸ κατ᾿ αὐτὸ τοῦ ὄρνιθος ἀπηλλαγμένον οὐκ ἂν γένοιτό ποτε ὑψηλὸν οὐδὲ μετάρσιον, οὐδ᾿ αὖ ὄρνις ἀπολελυμένος τοῦ πτεροῦ οὐκ ἄν ποτε γένοιτο ὑψηλὸς οὐδὲ μετάρσιος. Τοιοῦτόν τινα τὸν λόγον ἔσχεν ἡ υἱότης πρὸς τὸ πνεῦμα τὸ ἅγιον καὶ τὸ πνεῦμα πρὸς τὴν υἱότητα. Ἀναφερομένη γὰρ ὑπὸ τοῦ πνεύματος ἡ υἱότης ὡς ὑπὸ πτεροῦ ἀναφέρει τὸ πτερόν, τουτέστι τὸ πνεῦμα, καὶ πλησίον γενομένη τῆς λεπτομεροῦς υἱότητος καὶ τοῦ θεοῦ τοῦ οὐκ ὄντος καὶ δημιουργήσαντος ἐξ οὐκ ὄντων, ἔχειν μὲν αὐτὸ μετ᾿ αὐτῆς οὐκ ἠδύνατο, ἧν γὰρ οὐχ ὁμοούσιον, οὐδὲ φύσιν εἶχε μετὰ τῆς υἱότητος· ἀλλὰ ὥσπερ ἔστι παρὰ φύσιν καὶ ὀλέθριος τοῖς ἰχθύσιν ἀὴρ καθαρὸς καὶ ξηρός, οὕτω τῷ πνεύματι τῷ ἁγίῳ ἦν παρὰ φύσιν ἐκεῖνο τὸ ἀρρήτων ἀρρητότερον καὶ πάντων ἀνώτερον ὀνομάτων τοῦ οὐκ ὄντος ὁμοῦ θεοῦ χωρίον καὶ τῆς υἱότητος. Κατέλιπεν οὖν αὐτὸ πλησίον ἡ υἱότης ἐκείνου τοῦ μακαρίου καὶ νοηθῆναι μὴ δυναμένου μηδὲ χαρακτηρισθῆναι τινὶ λόγῳ χωρίου οὐ παντάπασιν ἔρημον οὐδὲ ἀπηλλαγμένον τῆς υἱότητος· ἀλλὰ γὰρ ὥσπερ εἰς ἄγγος ἐμβληθὲν μύρον εὐωδέστατον εἰ καὶ ὅτι μάλιστα ἐπιμελῶς ἐκκενωθείη, ὅμως ὀσμή τις ἔτι μένει τοῦ μύρου καὶ καταλείπεται, κἂν ᾖ κεχωρισμένον τοῦ ἀγγείου, καὶ μύρου ὀσμὴν τὸ ἀγγεῖον ἔχει, εἰ καὶ μὴ μύρον, οὕτως τὸ πνεῦμα τὸ ἄγιον μεμένηκε τῆς υἱότητος ἄμοιρον καὶ ἀπηλλαγμένον, ἔχει δὲ ἐν ἑαυτῷ μύρου παραπλησίως τὴν δύναμιν, [τῆς υἱότητος] ὀσμήν· καὶ τοῦτό ἐστι τὸ λεγόμενον· ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ τὸν πώγωνα τοῦ Ἀαρών, ἡ ἀπὸ τοῦ πνεύματος τοῦ ἁγίου φερομένη ὀσμὴ ἄνωθεν κάτω μέχρι τῆς ἀμορφίας καὶ τοῦ διαστήματος τοῦ καθ᾿ ἡμᾶς, ὅθεν ἤρξατο ἀνελθεῖν ἡ υἱότης οἱονεὶ ἐπὶ πτερύγων ἀετοῦ, φησί, καὶ τῶν μεταφρένων ἐνεχθεῖσα. Σπεύδει γὰρ, φησί, πάντα κάτωθεν ἄνω, ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα· οὐδὲν δὲ οὕτως ἀνόητόν ἐστι τῶν [ἐν] τοῖς κρείττοσιν, ἵνα μὴ κατέλθῃ κάτω. Ἡ δὲ τρίτη υἱότης, φησίν, ἡ ἀποκαθάρσεως δεομένη ἐμμεμένηκε τῷ μεγάλῳ τῆς πανσπερμίας σωρῷ εὐεργετοῦσα καὶ εὐεργετουμένη. Τίνα δὲ τὸν τρόπον εὐεργετεῖται καὶ εὐεργετεῖ, ὕστερον ἐροῦμεν κατὰ τὸν οἰκεῖον αὐτοῦ γενόμενοι λόγον.