Chapter 9.—Tatian
Tatian,[1] however, although being himself a disciple of Justinus the Martyr, did not entertain similar opinions with his master. But he attempted (to establish) certain novel (tenets), and affirmed that there existed certain invisible Æons. And he framed a legendary account (of them), similarly to those (spoken of) by Valentinus. And similarly with Marcion, he asserts that marriage is destruction. But he alleges that Adam is not saved on account of his having been the author of disobedience. And so far for the doctrines of Tatian.
Previous Chapter 8 Next Chapter 10 Κεφάλαιον 9 (10, 4)
Καὶ τοῦτο εἶναι δοκοῦσιν οὗτοι τὸ λελεγμένον ὑπὸ τοῦ σωτῆρος· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι , καὶ [τὸ ] πεσὸν εἰς τὴν γῆν τὴν καλὴν καὶ ἀγαθὴν ἐποίει ὃ μὲν ἑκατὸν , ὃ δὲ ἑξήκοντα , ὃ δὲ τριάκοντα . Καὶ διὰ τοῦτο εἴρηκε , φησίν· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω , ὅτι ταῦτα οὐκ ἔστι πάντων ἀκούσματα . Οὗτοι πάντες οἱ αἰῶνες οἵ τε τρεῖς καὶ οἱ ἀπ᾿ αὐτῶν ἀπειράκις ἄπειροι πάντες εἰσὶν αἰῶνες ἀρσενοθήλυες . Αὐξηθέντες οὖν καὶ μεγαλυνθέντες καὶ γενόμενοι οὗτοι πάντες ἐξ ἑνὸς ἐκείνου τοῦ πρώτου σπέρματος , τῆς συμφωνίας αὐτῶν καὶ τῆς ἑνότητος οἱ πάντες , εἰς ἕνα ὁμοῦ γενόμενοι αἰῶνα τὸν μέσον αὐτῶν , γέννημα κοινὸν οἱ πάντες ἐγέννησαν ἐκ παρθένου μιᾶς , τὸν ἐν μεσότητι Μαρίας σωτῆρα πάντων , ἰσοδύναμον κατὰ πάντα τῷ σπέρματι τῷ συκίνῳ , πλὴν ὅτι γεννητὸς οὗτος , τὸ δὲ πρῶτον σπέρμα ἐκεῖνο , ὅθεν γέγονεν ἡ συκῆ , ἐστὶν ἀγέννητον . Κεκοσμημένων οὖν τῶν τριῶν αἰώνων ἐκείνων παναρέτως καὶ παναγίως , ὡς δοκοῦσιν οὗτοι διδάσκοντες , καὶ τοῦ παιδὸς ἐκείνου τοῦ μονογενοῦς , (γέγονε γὰρ μόνος τοῖς ἀπείροις αἰῶσιν ἐκ τριγενοῦς· τρεῖς γὰρ αὐτὸν ἐγέννησαν ὁμοφρονοῦντες αἰῶνες ἀμέτρητοι· ) κεκόσμητο μὲν ἀνενδεὴς πᾶσα ἡ νοητὴ φύσις , φῶς δὲ ἦν ἅπαντα ἐκεῖνα τὰ νοητὰ καὶ αἰώνια , φῶς δὲ οὐκ ἄμορφον οὐδὲ ἀργόν , οὐδὲ οἱονεί τινος ἐπιποιοῦντος δεόμενον , ἀλλὰ ἔχον ἐν ἑαυτῷ κατὰ τὸ πλῆθος τῶν ἀπειράκις ἀπείρων κατὰ τὸ παράδειγμα τῆς συκῆς ἀπείρους ἰδέας ζῴων τῶν ἐκεῖ πολυποικίλων , κατέλαμψεν ἄνωθεν εἰς τὸ ὑποκείμενον χάος . Τὸ δὲ φωτισθὲν ὁμοῦ καὶ μορφωθὲν ἐκείναις ἄνωθεν ταῖς πολυποικίλοις ἰδέαις , πῆξιν ἔλαβε καὶ ἀνεδέξατο τὰς ἰδέας τὰς ἄνωθεν ἁπάσας ἀπὸ τοῦ τρίτου αἰῶνος τοῦ τριπλασιάσαντος αὑτόν . Ὁ δὲ αἰὼν οὗτος ὁ τρίτος τοὺς χαρακτῆρας βλέπων πάντας ἀθρόως τοὺς ἑαυτοῦ εἰς τὸ ὑποκείμενον κάτω σκότος κατειλημμένους , τήν τε δύναμιν τοῦ σκότους οὐκ ἀγνοῶν καὶ τὸ ἀφελὲς τοῦ φωτὸς ὁμοῦ καὶ ἄφθονον , οὐκ εἴασεν ἐπὶ πολὺ τοὺς φωτεινοὺς χαρακτῆρας ἄνωθεν ὑπὸ τοῦ σκότους κάτω κατασπασθῆναι· ἀλλὰ γὰρ ὑπέταξε τοῖς αἰῶσι [στερέωμα ]. Στερεώσας οὖν κάτωθεν , καὶ διεχώρισεν ἀνὰ μέσον τοῦ σκότους καὶ ἀνὰ μέσον τοῦ φωτός , καὶ ἐκάλεσε τὸ φῶς ἡμέραν , ὃ ἦν ὑπεράνω τοῦ στερεώματος , καὶ τὸ σκότος ἐκάλεσε νύκτα . Πασῶν οὗν , ὡς ἔφην , τῶν ἀπείρων τοῦ τρίτου αἰῶνος ἰδεῶν ἀπειλημμένων ἐν τούτῳ τῷ κατωτάτῳ σκότῳ , καὶ αὐτοῦ τοῦ τοιούτου αἰῶνος ἐναπεσφράγισται μετὰ τῶν λοιπῶν τὸ ἐκτύπωμα , πῦρ ζῶν ἀπὸ φωτὸς γενόμενον , ὅθεν ὁ μέγας ἄρχων ἐγένετο , περὶ οὗ λέγει Μωϋσῆς· Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν . Τοῦτον λέγει Μωϋσῆς πύρινον θεὸν ἀπὸ τοῦ βάτου λαλήσαντα , τουτέστιν ἀπὸ τοῦ σκοτεινοῦ ἀέρος· (βάτος γάρ ἐστι πᾶς ὁ σκότει ὑποκείμενος ἀήρ ) βάτον δέ , φησίν , εἴρηκε Μωϋσῆς , ὅτι ἄνωθεν κάτω πᾶσαι διέβησαν τοῦ φωτὸς αἱ ἰδέαι βατὸν ἔχουσαι τὸν ἀέρα . Οὐδὲν δὲ ἧττον καὶ ἡμῖν ὁ λόγος ἀπὸ τοῦ βάτου γνωρίζεται , φωνὴ γάρ ἐστι σημαντικὴ τοῦ λόγου πλησσόμενος ἀήρ , οὗ δίχα λόγος ἀνθρώπινος οὐ γνωρίζεται . Οὐ μόνον δὲ ὁ λόγος ἡμῖν ἀπὸ τοῦ βάτου , τουτέστιν ἀέρος , νομοθετεῖ καὶ συμπολιτεύεται , ἀλλὰ γὰρ καὶ ὀσμαὶ καὶ χρώματα διὰ τοῦ ἀέρος ἡμῖν τὰς δυνάμεις τὰς ἑαυτῶν ἐμφανίζουσιν .